1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

7aνοήσῃς τὴν ἴσην δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώσκων τὸν υἱὸν ἀγνοῇς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε διὰ υἱοῦ καὶ υἱὸς ἔκτισε πατρῴῳ θελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πνεύματι ἁγίῳ. οὕτω κοινὸν γέγονας ἔργον, ἵνα καὶ κοινὸς προσκυνητὴς ἀμφοτέρων ᾖς μὴ σχίζων τὴν προσκύνησιν, ἀλλ' ἑνῶν τὴν θεότητα. ὁρᾷς ἱστορίαν μὲν ἁπλῆν τῷ σχήματι, θεολογίαν δὲ ἀκραιφνῆ τῷ νοήματι. μετὰ γὰρ τὸ Ποιήσωμεν ἐπήγαγε· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εἶπεν· ἐποίησαν τὸν ἄνθρωπον, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς. εἰ γὰρ πληθυντικῶς παρεισήχθη καὶ ἡ ποίησις, ἀφειδεῖς ἂν ἐγένοντο οἱ ἄνθρωποι πρὸς τὸ πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπιγράψαι. πρῶτον μὲν γάρ· Ποιήσωμεν ἄνθρωπον, ἵνα γνωρίσῃς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ἔπειτα δέ· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα θεὸν ἕνα τὰ τρία πρόσωπα νοήσῃς οὐ τὰς ὑποστάσεις ἑνοποιῶν, ἀλλὰ 8aτὴν μίαν οὐσίαν καὶ δύναμιν λογιζόμενος καὶ μίαν δόξαν ἔχῃς μὴ μεριζόμενος περὶ τὴν προσκύνησιν μηδὲ εἰς πολυθεΐαν ἐμπίπτων. οὐ γὰρ εἶπε· καὶ ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησεν ὁ θεός. εἰ γὰρ καὶ ἰδία μὲν ὑπόστασις πατρὸς ἰδία δὲ υἱοῦ καὶ ἰδία πνεύματος ἁγίου, ἀλλ' οὐχὶ καὶ τρεῖς θεοί, ὅτι μία καὶ ἡ αὐτὴ ἡ ἐν τοῖς τρισὶ νοουμένη οὐσιώδης θεότης. ἣν γὰρ βλέπω ἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ, καὶ ἣν ἐν υἱῷ, ταύτην καὶ ἐν ἁγίῳ πνεύματι· διότι καὶ μία ἡ ἐν τούτοις θεωρουμένη μορφὴ καὶ ἀρχὴ ἡ αὐτή. διὰ τοῦτο καὶ παρ' ἡμῶν μία προσκύνησις καὶ δοξολογία τοῖς τρισὶν ὡς ἑνὶ θεῷ. τὸ γοῦν προοίμιον τῆς ἡμετέρας γενέσεως θεολογία κατανενόηται ἀληθινή. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Κατ' εἰκόνα μὲν οὖν θεοῦ γεγενῆσθαι ἡμᾶς εὔδηλον ἀπὸ τῆς γραφῆς. πῶς δὲ τὸ Κατ' εἰκόνα θεοῦ νοητέον; οὐδέν τι σωματικὸν καὶ γήινον ἐννοήσασθαι χρή. ἀποκαθάρωμεν ἑαυτῶν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον, ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. ὁποῖά τινές φασιν· εἰ κατ' εἰκόνα γὰρ θεοῦ γεγόναμεν, σύμμορφος πάντως ἡμῖν ἐστιν ὁ θεός. καὶ ὀφθαλμοὶ τάχα περὶ θεὸν 9aκαὶ ὦτα καὶ κεφαλὴ καὶ χεῖρες καὶ ἰσχίον ἐφ' οὗ ἵδρυται [καὶ πάντα τὰ ἡμέτερα] (λέγεται γὰρ καὶ ἐν τῇ γραφῇ· Θεὸς καθέζεται) καὶ πόδες αὐτῷ, δι' ὧν περιπατεῖ; ἀλλ' οὐχὶ τοιοῦτος ὁ θεός. ἀποσκεύασον τῆς καρδίας φαντάσματα ἀπρεπῆ, ἔκβαλε ἀπὸ σοῦ διάνοιαν ἀνάρμοστον τῷ μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεὸς καὶ ἁπλοῦς· μὴ φαντασθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν, μὴ περιλάβῃς τὸν θεὸν ἐννοίαις σωματικαῖς, μὴ περι γράψῃς αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου καὶ τῷ πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον, ὅτι τῶν ἀπεράντων ἐφικέσθαι οὐ δύνῃ. μὴ οὖν σχῆμα ἐννοήσῃς· ἀπὸ γὰρ 10aδυνάμεως ὁ θεὸς νοεῖται. μὴ μέγεθος· πανταχοῦ γάρ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει, ἀνέπαφον, ἀόρατον, ἀκατανόητον, μήτε σχήματι περι λαμβανόμενον μήτε μεγέθει περιγραφόμενον, μὴ δυνάμει ἐκμετρού μενον μὴ χρόνῳ περικλειόμενον μὴ πέρασι τισὶν ὁριζόμενον. οὐδὲν γάρ ἐστιν ὅλως περὶ θεὸν ὁποῖον περὶ ἡμᾶς ἢ καὶ τὰ μόνως νοητά. Πῶς οὖν εἶπεν ἡ γραφὴ κατ' εἰκόνα θεοῦ γεγενῆσθαι ἡμᾶς; ἐπιγνῶ μεν τί οἰκεῖον θεοῦ ἔχομεν καὶ ὅτι τὸ Κατ' εἰκόνα πάντως οὐκ ἐν τῇ σωματικῇ μορφῇ ἐκληφθῆναι δυνατόν. ἡ μὲν γὰρ ἐπὶ ὁρωμένου τινὸς σώματος, ἐν ὁρατῷ δὲ τὸ ἀόρατον οὐ σχηματίζεται. ἀλλ' οὐδὲ μήν που φθαρτὸν εἴη ἂν τοῦ ἀφθάρτου εἰκών. τὸ μὲν γὰρ σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν νεότητι καὶ ἄλλο ἐν γήρει, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν 11aπαθαίνηται, ἄλλο εὐφραινόμενον καὶ ἄλλο λυπούμενον, ἄλλο θαρροῦν καὶ ἄλλο φοβούμενον, ἄλλο ἐν εἰρήνῃ καὶ ἄλλο ἐν πολέμῳ, ἄλλο ἐν πλησμονῇ καὶ ἄλλο ἐν ἐνδείᾳ. ἄλλο ἐγρηγορότος χρῶμα καὶ ἄλλο καθ εύδοντος· τοῦ μὲν γὰρ ἐξανθεῖ καὶ ἐρυθαίνεται τοῦ θερμοῦ χωροῦν τος πρὸς τὴν ἔξω ἐπιφάνειαν, τοῦ δὲ κατέψυκται διὰ τὸ ἐπὶ τὸ βάθος τὴν θερμότητα εἰσδύεσθαι. διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ