1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

ἐοικέναι; τὸ μηδέποτε ἑστηκὸς μηδὲ ἐπὶ ταὐτοῦ μένον τῷ ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχοντι; Κατ' εἰκόνα ἡμετέραν τί φησι; τῆς ἀκινήτου φύσεως εἰκὼν ἡ ῥευστὴ καὶ τῆς ἀμόρφου ἡ μεμορφωμένη;

Πῶς οὖν εὑρήσομεν τὸ Κατ' εἰκόνα; ἐν αὐτῷ πάλιν ᾧ εἶπεν ἐξ ὑπογύου12a ὁ θεός. οὐ γὰρ ἐμόν τι τῷ λόγῳ παρενείρω ἔξωθεν ἐπινόημα. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. κατὰ τὸ τῆς ἀρχῆς τοιγαροῦν εἴτουν ἐξουσίας παράδειγμα ἡ ἡμετέρα πρὸς τὸ θεῖον νοητέα ὁμοίωσις. τὸ δὲ ἄρχον οὐκ ἐν σώματι πάντως † ἢ λογισμῷ οὐδὲ ἐν σαρκὶ ἀλλὰ τῇ ψυχῇ. τὸ μὲν γὰρ ἀνθρώπινον σῶμα πολλῶν ζῴων ἀλόγων καθέστηκεν ἀσθενέστερον καὶ οὐκ ἄν ποτε συγκριθείη πρὸς δύναμιν σὰρξ ἡ ἡμετέρα τῇ τοῦ καμήλου ἢ τοῦ ἐλέφαντος ἢ τοῦ ἵππου ἢ τοῦ βοὸς ἢ ἑκάστου ὧν ἂν εἴπῃς μεγίστων θηρίων. ἡ ψυχὴ δὲ ἡμῖν καὶ ὁ ἐν αὐτῇ νοῦς ἅπαντα ταῦτα ῥαδίως ὑποτάττειν δεδύνηται καὶ τὰ μεγάλα δὲ βάρη καὶ δυσμεταχείριστα ἐπινοίαις τεχνικαῖς μετατίθησιν ἄνθρωπος ἀλλ' οὐχὶ τόνοις σωματικοῖς. ὥστε τὸ ἀρχικὸν ἡμῶν καὶ Κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ ἐν τῇ τοῦ λογισμοῦ κατασκευῇ θεωρητέον, οὐκ ἐν τῇ τοῦ σώματος μορφῇ. ἀλλ' ἐρεῖς τάχα σύ· καὶ πῶς οὐ περὶ λογισμοῦ εἶπεν ὁ θεός, ἀλλὰ τὸν ἄνθρωπον κατ' 13aεἰκόνα γεγενῆσθαί φησιν ἑαυτοῦ; ὅτι δὲ καὶ ὁ λογισμὸς λέγεται ἄνθρωπος καὶ ἡ ψυχή ἐστιν ὁ ἔσω ἄνθρωπος. ἄκουε τοῦ ἀποστόλου λέγοντος Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται. πῶς οὖν; δύο γνωρίσωμεν τὸν αὐτὸν ἄνθρωπον; ναί, φησίν, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑπὸ τῷ φαινομένῳ κρυπτόμενον, τὸν καὶ κυριώτερον καὶ ἀληθέστερον ἄνθρωπον. διπλοῦς μὲν γάρ τίς ἐστιν ὁ ἐκ θεοῦ πεπλασμένος ἄνθρωπος, τὸ μὲν ὁρώμενος τὸ δὲ νοούμενος. τῷ δὲ μείζονι καὶ ἀληθινωτέρῳ μέρει ὁ ἔνδον μᾶλλον καὶ μὴ φαινόμενος πέφυκεν ἄνθρωπος. τὸ μὲν γὰρ ἔσω αὐτός εἰμι ἐγώ, τὸ δὲ ἐκτὸς τοῦτο καὶ σωματικὸν ἐμόν ἐστι τάχα ἀλλ' οὐκ ἐγώ. οὐ γὰρ δήπου ἡ χεὶρ καὶ ὁ ποὺς καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος εἶεν ἂν ἐγώ, ἀλλὰ τὸ νοερὸν καὶ λογικὸν τῆς ψυχῆς ὀργάνῳ κεχρημένον τῷ σώματι. Τὸ Ποιήσωμεν οὖν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν νοήσωμεν ἀντὶ τοῦ δώσομεν αὐτῷ λόγου περιουσίαν· καὶ οὕτως Ἀρχέτωσαν τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ πάντων. οὐκ 14aεἶπε δὲ ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ θυμού σθωσαν καὶ ἐπιθυμείτωσαν καὶ παθαινέσθωσαν. οὐ γὰρ τὰ πάθη εἰς εἰκόνα θεοῦ παρείληπται, ἀλλ' ὁ λογισμὸς ὁ τῶν παθῶν δεσπότης, ὁ ἄρχων πάντων τῶν σωματικῶν καὶ ὑπερανεστηκὼς τῶν φαινομένων καὶ ψευδομένων. σὺ δέ μοι θαύμασον τὴν περὶ σὲ τοῦ θεοῦ ἐξ ἀρχῆς αὐτῆς κηδεμονίαν καὶ πρόνοιαν ὅτι εὐθὺς ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης καὶ διηνεκῆ ἔχεις καὶ ἀδιάδοχον τὴν ἀρχήν. ἄνθρωπος γὰρ παρὰ ἀνθρώπου ἐξουσίαν τινὰ λαμβάνων ὡς θνητὸς παρὰ θνητοῦ καὶ ὡς μὴ ἔχων παρὰ μὴ ἔχοντος (ποίαν γὰρ ἐξουσίαν ψυχῆς ἔχει ἄνθρωπος;) εἰκότως καὶ ταχὺ μάλα πάλιν αὐτὴν ἀποβέβληκε. σὺ δὲ παρ' αὐτοῦ ταύτην ἔλαβες τοῦ θεοῦ καὶ ἀνεξάλειπτον ἔχεις οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ φθαρταῖς καὶ σητῶν δαπανήμασιν, ἀλλ' αὐτῇ τῇ φύσει ἐγκεκολαμμένην ἀπὸ τῆς πρώτης θείας φωνῆς τῆς Ἀρχέτωσαν. δοῦλα γὰρ ἔκτοτε καὶ ἄχρι τέλους τὰ σύμπαντα ταῦτα τῆς ἀνθρωπίνης ἀρχῆς. Ἀρχέτωσαν, γάρ φησι, τῶν ἰχθύων, τῶν θηρίων τῆς γῆς, τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν 15a ἑρπόντων ἐπὶ τῆς γῆς. οὐκ εἶπε Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. ὕστερον γὰρ ταῦτα μετὰ τὴν τοῦ παραδείσου φυτείαν, ἵνα σὺ διδαχθῇς δεύτερα ἔχειν τὰ τῆς σαρκὸς ἀναγκαῖα παρὰ τὰ τῆς ψυχῆς προηγούμενα, ἐπειδὴ καὶ πρῶτον ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις, ἔπειτα καὶ ἡ τοῦ παραδείσου συνεπεδαψιλεύθη ἀπόλαυσις. ἀρχικὸν εἶ ζῷον, ἄνθρωπε, καὶ διὰ τί δουλεύεις πάθεσι; τί σεαυτοῦ τὸ ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας;