1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ἵνα τί σεαυτὸν ποιεῖς αἰχμάλωτον τῷ διαβόλῳ; ἄρχων κτίσεως ἐχειροτονήθης, μὴ ἀπορ ρίψῃς τὴν σεμνότητα τῆς οἰκείας φύσεως. ἐν ἀρχῇ τινι τέταξαι κοσμικῇ; ἔστι σοι πλέον δι' ὀφειλῆς τὸ καὶ τὸν λογισμὸν ὁμοίως ἔχειν συνάρχοντα καὶ κρατοῦντα τῶν παθῶν, ἵνα μὴ γέλως εἴης τοῖς ἀρχομένοις καὶ ἐμπαιγμός. ἀντὶ ἄρχοντος καὶ ὑπερέχοντος ὑποκεί μενον καὶ ἀγόμενον ἴσα καὶ δούλῳ δεσμίῳ καὶ ἀχρείῳ κατανοοῦσί σε. δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος; διὰ τί οὐ μέγα φρονεῖς ἐπὶ τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδομένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην; ὅταν οὖν ἴδῃς τὸν μὲν δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ ὑπερτεροῦντα ταύτης τῇ δυνάμει τοῦ λογισμοῦ, γίνωσκε ὅτι σὺ μὲν ὀνομάζῃ μόνον δοῦλος, οὐκ εἶ· ἐκεῖνος δέ, εἰ καὶ ὀνόματι ἔχει τὴν δεσποτείαν, ἀλλὰ τῷ πράγματι βεβαιουμένην ἐπεσπάσατο τὴν δουλείαν. ὁπότε γὰρ ἐκεῖνον μὲν τὸ τῆς πορνείας πάθος τυχὸν ἕλκει καταδουλῶσαν, σὺ δὲ τούτου διὰ τὴν τοῦ λογισμοῦ κυριότητα ὑπερανέστηκας, πῶς οὐχὶ δεσπότης μὲν κυρίως εἴης αὐτὸς ὁ τῆς ἡδονῆς ὑπερκείμενος, ἐκεῖνος δὲ μᾶλλον δοῦλος ὁ ὑποκείμενος τῷ ὑπὸ σοῦ πατουμένῳ πάθει; ὅπου γοῦν ἡ τοῦ ἄρχειν δύναμις,16a ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών. ὅπου δὲ ἡ τοῦ θεοῦ εἰκών, ἐκεῖ ὁ ὑπ' αὐτοῦ πεπλασμένος ἄνθρωπος. Πρῶτον δὲ εἶπεν ἄρχειν τῶν ἰχθύων τὸν ἄνθρωπον, ὅτι καὶ πλέον τῶν ἄλλων ζῴων ταῦτα ἀπῴκισται αὐτοῦ, ἵνα διὰ τῶν πορρωτέρω καὶ ἐνύδρων πολλῷ μᾶλλον καὶ τὰ πλησιέστερα ὕστερον συμπεριλάβῃ, ἤγουν τὰ χερσαῖα καὶ σύντροφα. πῶς οὖν τῶν ἰχθύων δοκοῦμεν ἄρχειν οἱ μὴ διάγοντες σὺν αὐτοῖς; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ ποτὲ παραφανέντα ἔβλεψάς τε πῶς ἡ σκιά σου μόνη πάντα τὰ ἐνδιαιτώμενα ταύτῃ ἰχθύδια διεπτόησεν, ἐπέγνως ἂν πάντως εὐθὺς καὶ τὸ τῆς ἀρχῆς. τίς γὰρ οὕτω δεσπότης οἰκίας θορυβουμένου τοῦ οἴκου ἀθρόον ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ ἑαυτοῦ, ὡς πᾶσα ἡ ἔνυδρος κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου μεταβάλλει τὸ σχῆμα καὶ οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν; οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις ἢ τῆς λίμνης ἢ τῆς θαλάσσης. ὁ δελφίς, ὅταν που πλησίον ἄνθρωπον ὄντα αἴσθηται, καίτοι αὐτὸς ὢν ὁ βασιλικώτατος τῶν νηκτῶν, αἰδεῖται οἱονεὶ καὶ οὐκέτι κινεῖται οὐδὲ ὡς ἔθος ἅλλεται. οὕτως ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. καὶ ὅταν δὲ κατανοήσῃς σεαυτοῦ τὸν λογισμὸν διὰ πάντων διήκοντα καὶ πάντα 17a ταῖς τέχναις καταδουλούμενον, πῶς οὐχὶ καὶ τῶν κητῶν τῶν μεγάλων ἄρχεις; Εἶδον γὰρ ἐγὼ ἐπίνοιαν ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα τῷ μεγέθει τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας, ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες ἀπ' αὐτῶν τῶν ἄκρων μετεώ ρους ἀφιᾶσιν ὑπὲρ τοῦ πελάγους. ἐνεχθέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι τούτοις καὶ τὰ ἄγκιστρα ἔνδον ἑαυτῶν δεξάμενα σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα διὰ τὴν κουφότητα τοῦ ἐνειλημμένου ἔσωθεν πνεύματος πάλιν ἀνέλκει εἰς τὴν ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω μαιμάσσει καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται καὶ πελάγη πελαγῶν ἀμείβει. καὶ πολὺν πόνον ὑφίσταται ἄπρακτον καὶ τελευταῖον τῷ βραχεῖ τούτῳ ἀγκίστρῳ τὸ μέγα καὶ ἄτρυτον θηρίον ἁλώσιμον γίνεται τῷ πόνῳ δαμασθὲν καὶ τῷ λιμῷ καταπονηθέν, καὶ νεκρὸν μετὰ τῶν ἀσκῶν 18aφερόμενον θήραμα καθίσταται τῷ ἁλιευτῇ· τῷ μικρῷ τὸ ὑπερμέγεθες, τῷ ἀσθενεῖ τὸ ἄμαχον τὴν ἰσχύν. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσία δύναμιν λαβὼν τοῦ ἄρχειν ὁ ἄνθρωπος ὡς κακοὺς δραπέτας πρὸς εὐπείθειαν ἄγει τοὺς ἀπειθεστάτους, καὶ τοὺς μὴ δυναμένους προσαχθῆναι δι' ἡμερότητος τούτους διὰ τῆς ἀνάγκης καταδουλοῦται. οὕτω πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινομένη τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ φάλαιναι καὶ πρίονες καὶ φῶκαι καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ τῶν