1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

κητῶν καὶ εἴδη καὶ ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ. Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν, οὗ καὶ τὸ ὄνομα ἀφόρητον τῇ ἀκοῇ καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ τὴν γῆν, οὗ τὴν ὁρμὴν πολλοῦ γε καὶ δεῖ τις ὑπομεῖναι; οὐδενὶ γὰρ οὐδὲ τῶν ἀλόγων καὶ μεγίστων ζῴων τοσαύτη πέφυκε δυνάμεως περιουσία, ὥστε καὶ ἀντιστῆ ναι ὁρμωμένῳ λέοντι. ἀλλ' ὅμως καὶ τοῦτον τὸν ἀνύποιστον καὶ φοβερὸν 19aἐν μικρῷ ζώγρῳ πολλάκις κατακεκλεισμένον ὁρᾷς. τίς οὖν ὁ καθείρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ θηρίῳ ἐπινοήσας καὶ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων τὴν ἀναπνοὴν τῷ ἐγκεκλεισμένῳ παρασκευάσας, ὡς μὴ ἀποπνιγῆναι αὐτὸ τῷ ἰδίῳ ἄσθματι, καὶ διὰ τῆς ἐλευθερίου ἀναπνοῆς τὴν ἀσφά λειαν αὐτοῦ προδιοικησάμενος; οὐχὶ ἄνθρωπος; οὐχ ὁ αὐτὸς κατα παίζει καὶ τῆς παρδάλεως, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν; οὐχὶ καὶ τῶν λοιπῶν θηρίων τὰ ἀγριώτατα καὶ δυσκαταγωνιστότατα παίγνια ταῖς οἰκείαις ἐπινοίαις ποιεῖ; οὐ περιουσίᾳ διανοίας πάντων κρατεῖ; πῶς εἴπω περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν αὐτὸς εἰς τὸν ἀέρα τῷ σώματι, συμπαρίπταται δὲ ὅμως τοῖς πετεινοῖς τῷ λογισμῷ χρώμενος ὅσα καὶ πτεροῖς. οὐδὲν γὰρ κατέχει τὴν τοῦ ἀνθρώπου διάνοιαν. τὰ ἐν βυθῷ διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμ 20a βάνει καὶ εἰς γῆν κατασπάσας ἀποκομίζει. εἶδές ποτε ἐπ' ἄκρου κλάδου καθεζόμενον ὄρνεον καὶ καταγελῶν τῶν κάτω περὶ τὴν γῆν στρεφομένων ἀνθρώπων ἐν τῷ πεποιθέναι τῇ κουφότητι τοῦ πτεροῦ; ἀλλ' ὅμως ἔστι πάλιν κἀνταῦθα ἰδεῖν παῖδα μοχθηρὸν καλάμους καλάμοις ὑποβάλλοντα κατὰ δὲ τὸ ἄκρον τῶν καλάμων ἰξὸν προσαρτή σαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων καὶ τῶν φύλλων ἀποκρύ ψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν καὶ ἀποπλανήσαντα τὸ ὄμμα τοῦ ὀρνέου, καὶ οὕτω τῇ μικρᾷ προσψαύσει καὶ κατασχέσει κρατήσαντα τὸ ἀεροπολοῦν καὶ τὸ δι' αἰθέρος πρώην φερόμενον πτηνὸν δέσμιον ἰξῷ ἀποκομίζοντα. κάτω μὲν γὰρ κεῖται ὁ ἄνθρωπος κάτω δὲ καὶ τὼ χεῖρε αὐτοῦ καὶ τὼ πόδε, ἀλλ' ἡ διάνοια τούτου συναναβαίνει εἰς ὕψος τοῖς πτηνοῖς καὶ διὰ τῆς τέχνης ἐφικτὰ τούτῳ γίνεται τὰ οὐράνια καὶ τὰ πτερωτὰ ἁλωτά. δίκτυά τε γὰρ ἵσταται τοῖς πτηνοῖς καὶ τοξόται τῶν πετομένων καταστοχάζονται καὶ δελεάσμασι βρωμάτων θηρῶνται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε ἀετὸν λάβρως μὲν ἐμπεσόντα τῷ θηράματι, τάχος δὲ περιπαρέντα ταῖς κάτω πάγαις; οὕτω τὸ ὑψηλὸν κάτω γίνεται ταῖς ἀνθρωπίναις ἐπινοίαις καθελκυσθέν. πάντα γὰρ ὑπὸ τὴν χεῖρα ἤγαγε τοῦ ἀνθρώπου θεός, καὶ τὴν κτίσιν ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς τούτων δεσποτείας 21aοὐκ ἐποίησε. μὴ γὰρ εἴπῃς· πῶς ἐμοὶ διαφέρει τὰ ἐν τῷ ἀέρι φερόμενα; ἐπεὶ διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται μετὰ καὶ αὐτῶν τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς πῶς ὀφείλεις νοεῖν τὸ Κατ' εἰκόνα γεγενῆσθαι τοῦ θεοῦ; κατὰ τὸ ἀρχικὸν δηλαδὴ καὶ τὸ τῆς ψυχῆς νοερόν τε καὶ λογικόν. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. τί οὖν ἐστιν ἄνθρωπος ὁρισώ μεθα καὶ ἡμεῖς ἐξ ὧν ἀνέγνωμεν καὶ ἐξ ὧν ἠκούσαμεν. οὐκέτι γὰρ ἡμῖν χρεία δανείζεσθαι ὅρους ἀλλοτρίους οὐδὲ τὰ ἐκ τῆς ματαιότητος ἐπεισάγειν τῷ λογισμῷ τῆς ἀληθείας. ἔστι τοίνυν ἄνθρωπος ποίημα θεοῦ λογικὸν κατ' εἰκόνα γενόμενον τοῦ κτίσαντος αὐτόν. εἴ τι γοῦν λείπει τῷ λόγῳ τούτῳ πρὸς τέλειον ὅρον τοῦ ὑποκειμένου, οἱ πολλὰ προσταλαιπωρήσαντες τῇ ἀναλήψει τῆς φθειρομένης σοφίας ἐπισκε ψάσθωσαν. ἡμεῖς δὲ τοῦ πρόσω ἐχώμεθα· Κατ' εἰκόνα θεοῦ γέγονεν ἄνθρωπος. Καὶ εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. αὕτη καὶ ἰχθύων εὐλογία. εἶπε γὰρ ὁ θεός· Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ θεός Αὐξάνεσθε καὶ πληρώσατε τὰ ὕδατα. τί οὖν περισσόν; ἀναγκαίως καὶ τὰ κοινά σοι ταῦτα ἐχαρίσατο 22a καὶ τὰ ἴδιά σε ἀναμένει. αὐξάνῃ γὰρ καὶ σὺ ὡς καὶ τὰ λοιπὰ