1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

ζῷα καὶ ἀπὸ μικροῦ τοῦ πρώτου ταῖς κατ' ὀλίγον προσθήκαις ἐπὶ τελείωσιν ἔρχῃ. οὕτως καὶ ἵπποι καὶ κύνες, οὕτω καὶ ἀετοὶ καὶ κύκνοι καὶ πάντα ἅπερ ἂν εἴπῃς διὰ μικρᾶς τῆς πρώτης κυήσεως τῇ κατ' ὀλίγον προσθήκῃ τὸ τέλειον τῆς αὐξήσεως ἀπολαβόντα πάλιν διὰ τῆς μειώσεως εἰς τὸ ἔλαττον ὑποστρέφει. ἃ τοίνυν κοινὰ τῆς φύσεως ἦν, καὶ ἡμῖν ἐδωρήσατο.

Αὐξάνεσθε, τουτέστι· τρέφεσθε, μικροὶ γεννώμενοι μεγάλοι γίνεσθε καὶ πέρας ἔστω τῆς αὐξήσεως. οὐ γὰρ ἐπειδὴ ἐν τῇ πρώτῃ ἑπταετίᾳ τρε φόμεθα καὶ λαμβάνει ἡμᾶς μεθηλικίωσις ἐπὶ τὴν δευτέραν ἑβδομάδα τῶν ἐτῶν, ἤδη ὀφείλομεν ὁμοίως ἐν παντὶ μέρει τῆς ζωῆς τῆς ἡμετέρας κατὰ ἑβδομάδας μεθηλικιοῦσθαι. ἡ πρώτη ἑβδομὰς τὴν παιδικὴν ἡλικίαν 23aἔχει καὶ ὅροι τῆς παιδικῆς ἡλικίας φανεροὶ ἡ τῶν ὀδόντων ἐναλλαγή. οἱ μὲν γὰρ ἀπεφύησαν οἱ δὲ ὑπεφύησαν. δευτέραν ἔλαβεν ἀρχὴν αὔξησις ἕως τέλους τῆς τεσσαρεσκαιδεκάτης, ἡ δέ ἐστιν ἡ τῶν παίδων. πρῶτον μὲν γὰρ παιδίον, ἔπειτα δὲ παῖς, εἶτα ἀπὸ τεσσαρεσκαιδεκαετοῦς ἔφηβος καὶ ἑξῆς ἀνήρ. ἐνταῦθα οἱ ὅροι τῆς αὐξήσεως. Αὐξάνεσθε οὖν οὐκ εἰς ἅπαν. οὐ γὰρ ἐὰν γένῃ ἑκατὸν ἐτῶν, ἀπὸ πρώτου εἰς ἑκατοστὸν ἔτος αὔξησιν ἐπιδέχῃ, ἀλλὰ τοῦτο τὸ Αὐξάνεσθε μέχρι τινός. οὐ γὰρ ἄμετρα τὰ τῆς αὐξήσεως. Αὐξάνεσθε ἓν ῥῆμα σοφῶς λεχθὲν προνοη τικῶς οἰκονομεῖται. κατὰ γὰρ τὴν πρώτην σύστασιν τὴν καταβληθεῖσαν ἐν τῇ μήτρᾳ κατεβλήθησαν καὶ οἱ λόγοι τῆς αὐξήσεως. ἀλλ' οὐχὶ μετὰ ταῦτα ὡς νεώτερον τὸ τῆς ἡλικίας χάρισμα ἐπιγίνεται, ἀλλ' ἐξ ἀρχῆς αἱ μητρῷαι καταβολαὶ συγκαταβεβλημένας ἔχουσι τὰς πρὸς τὸ Αὐξάνεσθε ἐπιτηδειότητας. ἔπεσον οἱ ὀδόντες· ἔγνωμεν24a ὅτι ηὐξήθη τόσον μέτρον. τριετὲς τὸ παιδίον ἐμέτρησεν ὁ πατήρ. οἶδεν ὅτι διπλάσιον τούτου μέγεθος ἀπολήψεται ἐν τῇ τελειώσει. ὅσος γὰρ ἐν τῇ τριετίᾳ τῷ μήκει ὁ ἄνθρωπος φαίνεται, δὶς τοσοῦτος ἔσται ἐν τῇ συμπλη ρώσει τῆς αὐξήσεως. τοῦτο τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως μέχρι πέ ρατος ἀπὸ τῆς πρώτης ἑβδομάδος ἐπὶ τὴν δευτέραν μεταβαίνει. ἐκεῖ λοιπὸν ἡ θερμότης πλείων· ἡ γὰρ ἀραιοτέρα διάπλασις τοῦ σώματος καὶ ἡ ὑγρότης ἐπιλείπει καὶ τὰ μέρη κατὰ βραχὺ ἄρχεται κραταιοῦσθαι, οὔπω δὲ τὸ τέλειον ἔσχηκε. νεοπαγὴς γὰρ ἡ σὰρξ αὐτῶν ἔτι καὶ πρὸς πόνους καρτερικοὺς ἀνεπιτηδεία, τὸ κοῦφον καὶ εὐκίνητον μόνον ἀπολαβοῦσα. ἐν δὲ τῇ τρίτῃ λοιπὸν ἑβδομάδι καὶ τὸ τέλειον τῆς αὐξήσεως συναπολαμβάνει. ἔτι μέντοι κατὰ μῆκος ἡ τοῦ σώματος διάτασις ἤγουν αὔξησις ἐπιγίνεται. μετὰ δέ γε τὴν τρίτην ἑβδομάδα, ἐπειδὰν ἀναπνεύσῃ ἡ φύσις τοῦ καμάτου τῆς ἐπὶ τὰ ἄνω αὐξήσεως, 25aἄρχεται λοιπὸν εἰς τὰ πλάτη διαβιβάζειν τὴν αὔξησιν καὶ πάχη περιτιθέναι τοῖς ὑψωθεῖσι τοῦ σώματος μέλεσι καὶ οὕτως αὐτὰ στερεοῦν καὶ κρατύνειν καὶ εἰς τὸ ῥωμαλεώτερον ἀποκαθιστᾶν. ταῦτα ποιεῖ μὲν ἑκάστοτε ἡ φύσις ἀπαραλείπτως κατὰ τὴν ἑαυτῆς ἀκολου θίαν. ἐγένετο δὲ ἐξ ἀρχῆς τοῦτο αὐτῇ ἐνδόσιμον ἀπὸ ῥήματος καὶ προστάγματος δεσποτικοῦ καὶ τὸ τότε ἅπαξ λαληθὲν διὰ πάσης ἀεὶ τῆς κτίσεως μέχρι καὶ τέλους χωρεῖ. Αὐξάνεσθε καὶ πληθύνεσθε. Αὐξάνεσθε, ἵνα μὴ ἀτελὲς διαμείνῃ τὸ ποίημα· Πληθύνεσθε, ἵνα μὴ ἐν ἑνὶ ἡ κτίσις περιορισθῇ.

Πληρώσατε δὲ οὐ τῇ κατοικήσει· οὕτω γὰρ ἂν ἐστενοχωρήθημεν ζῶντες, εἰ τοσαύτη ἦν ἡ γῆ, ὅση ἡμᾶς ἐκμετρεῖ. ἀλλὰ πληρώσατε τῷ λόγῳ τῆς ἐξουσίας. κατὰ τὸ κυριεύειν πάσης τῆς γῆς τὸ Πληρώσατε λέγει. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον, οὐχὶ καὶ ταύτην οἰκοῦσιν 26aἄνθρωποι καὶ πληροῦσι τὴν γῆν. ἀλλὰ κυρίως πληροῦμεν αὐτήν, ὅταν εἰδῶμεν τῷ λογισμῷ πόσον τὸ μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, ὅταν τὸ χρήσιμον αὐτῆς ἐκλεξάμενοι τὸ ὅσον ἄχρηστον καὶ ἀσυντελὲς εἰς δίαιταν ἀποπεμψώμεθα. ὥστε τὸ Πληρώσατε τὴν γῆν ἀντὶ τοῦ κύριοι γένεσθε τῆς γῆς. οὐ