1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

οὖν οὐδὲν προ λαβὼν ἐν τῇ βουλῇ ὁ θεὸς εἶπε τὸ Καὶ καθ' ὁμοίωσιν καὶ διὰ τοῦ 30aπρώτου ἐκείνου λόγου τὴν δύναμιν ἡμῖν εὐθὺς ἐχαρίσατο τοῦ γενή σεσθαι ὁμοίους θεῷ, οὐκ ἂν ἀπὸ μόνης τῆς ἑαυτῶν ἐξουσίας ἡμεῖς ὕστερον τοῦτο τὸ μέγα χάρισμα προσδέξασθαι ἠδυνάμεθα. καὶ διὰ τοῦτο ἀναγκαίως τότε προσείληπται. ἐπεὶ δὲ καὶ εἰς τὸ κτίζεσθαι ἤδη κατέστημεν καὶ τὸ εἶναι ἀπὸ τοῦ μὴ ὄντος προσελαμβάνομεν, ὃ μὲν παρὰ τοῦ κτίζοντος ἐδίδοτο τῇ φύσει ἡμῶν οἱονεὶ συνουσιωμένον καὶ ἀπεντεῦθεν ἀπηρτισμένον, τοῦτο εὐθὺς εἴχομεν καὶ ἐξ αὐτοῦ ἐκαλούμεθα κατ' εἰκόνα δηλαδὴ θεοῦ, ὃ δὲ οὐκ εὐθὺς συναπετελέσθη ἡμῖν οὐδὲ συμπαρωμάρτησε φυσικῶς ἐκ τῆς πλάσεως ἀλλ' ἐκ τῆς ἐπιγενησομένης προαιρέσεως εἴτουν ἐνεργείας ἡμετέρας ἔμελλεν ἐσ ύστερον προσαρμόσαι ἡμῖν, τὸ τῆς ὁμοιώσεώς φημι τοῦ θεοῦ, τοῦτο οὔπω οὔτε ἦμεν οὔτε λέγεσθαι ἠδυνάμεθα. ἀφῆκε γὰρ τοῦτο ἀτελὲς ὁ κτίσας ἐπίτηδες, ἵνα παρ' ἡμῶν ἡ ἐργασία τοῦ καλοῦ ἀποτελεσθῇ καὶ ἡμέτερον δόξῃ τὸ ἀγαθόν, ὥστε καὶ μισθὸν ἡμᾶς ἐντεῦθεν ὀφειλόμενον σχεῖν· ἵνα μὴ ὥσπερ εἰκόνες ἄψυχοι διαμένωμεν παρὰ ζωγράφου μὲν ἀποτελεσθεῖσαι εἰκῆ δὲ κείμεναι καὶ μηδὲν οἴκοθεν πρὸς τὸ 31aκάλλος ἑαυταῖς συμβαλλόμεναι, ἃς ὁ θεώμενος καὶ πρὸς ἀκρίβειαν γεγραμμένας κατανοῶν τὸν μὲν ζωγράφον εὐλόγως καὶ θαυμάζει καὶ ἐπαινεῖ, αὐτὰ δὲ δι' ἑαυτὰ τὰ χρώματα ἢ τοὺς ἐφ' ὧν γεγράφαται πίνακας οὐδενὸς ἀξιοῖ λόγου. ἵνα τοίνυν τὸ θαῦμα καὶ ἐμὸν γένηται καὶ συμμερίσωμαι τῷ θεῷ τὸν ἐκ τῆς καλῆς δημιουργίας ἔπαινον, ἐμοὶ κατέλιπε τὸ Καθ' ὁμοίωσιν γεγενῆσθαι θεοῦ.

Ἔστιν οὖν δυνάμει μὲν τὸ ἐν ἐμοὶ λογικὸν καὶ νοερόν, ὃ δὴ καὶ Κατ' εἰκόνα θεοῦ πεποιῆσθαί με δείκνυσιν, ἐνεργείᾳ δὲ τὸ καὶ ἀντιποιηθῆναι τῆς ἀρετῆς καὶ πράξει κατορθῶσαι τὸ ἀγαθὸν καὶ οὕτως ἐλθεῖν διὰ τῆς ἀρίστης πολιτείας εἰς τὸ Καθ' ὁμοίωσιν τοῦ θεοῦ. ὥστε τὸ μὲν Κατ' εἰκόνα θεοῦ ἀρχή ἐστι καὶ ῥίζα τοῦ ἀγαθοῦ, ἣν εὐθὺς ἐν τῷ κτίζεσθαι συγκαταβεβλημένην τῇ φύσει μου ἔσχηκα, τὸ δὲ Καθ' ὁμοίωσιν θεοῦ ἔσχατον ἐκ τῶν ἔργων μου καὶ τῶν περὶ τὰ καλὰ πόνων καὶ τῆς παρ' ὅλην ζωὴν ἐναρέτου διαγωγῆς περιγίνεταί μοι. εὐλόγως τοίνυν οὐχ ἅμα τῷ κτισθῆναι καὶ τὸ Καθ' ὁμοίωσιν θεοῦ εὐθὺς γενέσθαι με ὁ κτίσας ἀπεφήνατο. ἄκουε γὰρ καὶ τί φησιν ἐν τῷ εὐαγγελίῳ· Γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ὁρᾷς ποῦ καὶ πότε32aἀποδίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ' ὁμοίωσιν; ὅταν γένῃ μισοπόνηρος, ἀμνησίκακος, μὴ ἀμυνόμενος τὸν ἐχθρόν, ὅταν γένῃ φιλάδελφος, συμ παθής, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστι περὶ σὲ τὸν ἁμαρτωλὸν ὁ θεὸς τὸν ἐναντιούμενον αὐτῷ καθ' ἑκάστην, τοιοῦτος καὶ σὺ γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφόν, τῇ τελείᾳ ἀγάπῃ καὶ τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ἀνάλαβε τοιγαροῦν Σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν. δι' ὧν γὰρ ἀναλαμβά νεις τὴν συμπάθειαν, δι' αὐτῶν ἐνδύῃ Χριστὸν καὶ τῇ πρὸς αὐτὸν οἰκειώσει πρὸς ὁμοίωσιν φθάνεις θεοῦ. οὕτως ἡ ἱστορία τῆς ἀνθρω πίνης πλάσεως παίδευσίς ἐστι τοῦ βίου τοῦ ἡμετέρου. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. ἐχέτω μέν φησιν ἐν αὐτῇ τῇ κτίσει τὸ Κατ' εἰκόνα, γενέσθω δὲ καὶ ἔπειτα Καθ' ὁμοίωσιν διὰ τῆς οἰκείας σπουδῆς, ἐπειδὴ τὴν δύναμιν τούτου ἔχει ἐν τῇ οἰκείᾳ φύσει λαβών. εἰ ἐποίησέ σε καὶ καθ' ὁμοίωσιν θεοῦ ἐξ ἀρχῆς, ποῦ σου ἡ χάρις; πόθεν ἂν σὺ ἐστεφανοῦ; εἰ ὁ δημιουργὸς τὸ ὅλον τῇ φύσει 33a ἀπέδωκε, πῶς ἄν σοι ἠνοίγετο ἡ βασιλεία τῶν οὐρανῶν; διὰ τοῦτο τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σὺ σεαυτὸν τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας. Πῶς οὖν γενώμεθα καθ' ὁμοίωσιν; διὰ τοῦ εὐαγγελίου. τί γάρ ἐστι χριστιανισμὸς ἀλλ' ἢ θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώ που φύσει; εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ ὁ μήπω τὸ βάπτισμα εἰληφώς; ὁ γὰρ τὸ ἔνδυμα τῆς