1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

ἀφθαρσίας μὴ δεξάμενος πόρρω πάνυ καθίσταται τῆς πρὸς θεὸν ὁμοιώσεως. εἰ ἔλεγόν σοι· δεῦρο, γενοῦ ὅμοιος βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινες καὶ πολλῷ τῷ τάχει ἔσπευδες ἐπὶ τὸ καλούμενον; ἐπεὶ δὲ βούλομαί σε ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά 34α σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούειν ἔχῃς τῶν σωτηρίων ῥημάτων; Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. εἴποι ἂν τάχα ἐνταύθα ἡ γυνή· οὐδὲν πρὸς ἐμὲ ὁ λόγος· ὁ ἀνὴρ τηνικαῦτα ἐγένετο. οὐ γὰρ εἶπε τὴν ἄνθρωπον ἢ ἁπλῶς ἄνθρω πον, ἀλλὰ μετὰ παρενθήκης τοῦ ἀρρενικοῦ ἄρθρου τοῦτο ἐξέφηνεν. ἵνα οὖν μὴ ἀμαθῶς τις ἢ καὶ κακούργως τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸν ἄνδρα μόνον ὑπολάβῃ δηλοῦσθαι, προσέθηκε παρευθὺς Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ἵνα γνῷς, ὅτι καὶ ἡ γυνὴ ἔχει τό τε Κατ' εἰκόνα θεοῦ γεγενῆσθαι καὶ τὸ Καθ' ὁμοίωσιν θεοῦ γεγενῆσθαι ὥσπερ καὶ ὁ ἀνήρ. ὅμοιαι γὰρ αἱ φύσεις ἀμφοτέρων ἐπλάσθησαν καὶ ὁμότιμοι καὶ ἴσαι τούτων αἱ πράξεις, ἴσα τὰ ἔπαθλα, ἴση ἡ καταδίκη. μὴ γὰρ προφασιζέσθω τὸ ἀσθενέστερον ἡ γυνή· ἐν γὰρ τῇ σαρκὶ τοῦτο. ἡ μέντοι ψυχὴ ἐπίσης τῇ ἀνδρείᾳ τὴν οἰκείαν ἔσχηκε δύναμιν. ἐπειδὴ οὖν ὁμότιμον 35α τὸ Κατ' εἰκόνα θεοῦ εἰλήχασιν, ὁμότιμον ἔχουσι καὶ τὴν ἀρετὴν καὶ τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. καὶ οὐδεμία παραίτησίς ἐστι τῇ προβαλλομένῃ τυχὸν τὴν τοῦ σώματος ἀσθένειαν. εἰ γὰρ καὶ ἁπλῶς ἁπαλὸν ἐπεφύκει, ἀλλὰ ἕτοιμον εἰς συμπάθειαν, εὔτονον ἐν καρτερίαις, σύντονον ἐν ἀγρυπνίαις. ὑπεραίρει γὰρ πολὺ καὶ τὴν ἀνδρείαν φύσιν ἡ τοῦ θήλεος περὶ τὸ ἐνστατικὸν τοῦ καλοῦ καὶ καρτερικόν, καὶ οὐκ ἄν ποτε ἐξισωθείη ἀνὴρ γυναικὶ ἢ περὶ τὴν τῆς νηστείας καὶ τῆς ἄλλης ἐγκρατείας ἄσκησιν ἢ τὸ ἐν δάκρυσι δαψιλὲς ἢ τὸ ἐν προσευχαῖς φιλόπονον ἢ τὸ ἐν εὐποιΐαις ἄφθονον. εἶδον ἐγὼ γυναῖκα λάθρα τοῦ ἀνδρὸς ὑφαιρουμένην τὰ τῆς οἰκίας χρειώδη, κλοπὴν ἐπαινετὴν καὶ σωτήριον, καὶ πένησιν αὐτὰ ἐν τῷ λεληθότι διανέμουσαν καὶ ἄκοντα καὶ ἀγνοοῦντα τὸν ἄνδρα καὶ τοὺς οἰκείους εὐεργετοῦσαν. ὑπὲρ γὰρ ἐκείνου καὶ τῆς τοῦ οἴκου αὐξήσεως καὶ τῆς τῶν τέκνων διαμονῆς ἔδρα τὴν εὐποιΐαν. 36a Ἔχει τοίνυν καὶ τὸ θῆλυ οὐχ ἧττον τοῦ ἄρρενος καὶ τὸ Κατ' εἰκόνα καὶ τὸ Καθ' ὁμοίωσιν, ἐπειδὴ μὴ ἐν τῷ ἔξωθεν φαινομένῳ ἀνθρώπῳ ἤτοι τῷ σώματι, ἀλλ' ἐν τῷ ἔσωθεν καὶ κυριωτέρῳ ταῦτα καὶ ἐπιθεω-ρεῖται καὶ ἐπισυνίσταται. καὶ διὰ τοῦτο καὶ ἡμεῖς ὡς πρὸς ἕνα τοὺς ἀμφοτέρους ποιούμεθα τὴν διάλεξιν καὶ εἰς τὸ Καθ' ὁμοίωσιν ὅλῃ σπουδῇ προτρεπόμεθα. τοῦτο δὲ περιέσται σοι πάντως διὰ τῆς χρηστότητος, τῆς ἀνεξικακίας, τῆς κοινωνίας, τῆς μεταδόσεως, τῆς φιλαλληλίας, τῆς φιλαδελφίας, τῆς μισοπονηρίας καὶ τοῦ κατακρατεῖν τῶν παθῶν τῆς ἁμαρτίας. ἐντεῦθεν γὰρ ἐπακολουθεῖ καὶ τὸ ἄρχειν τῶν ἀλόγων.

Καὶ ἀρχέτωσαν, φησί, τῶν θηρίων. τάχα οὖν ἐρεῖς· καὶ ποίων θηρίων μέλλω ἄρχειν καὶ ποῦ μοι ταῦτα πάρεστιν; ἀγνοεῖς δὲ ἄρα ὅτι μυρία θηρία περὶ σὲ καὶ πολὺν τοιοῦτον 37aὄχλον ἐν σεαυτῷ περιφέρεις καὶ ἐντός σου διατρίβει διηνεκῶς; μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὁπότε ὑλακτεῖ <ἐν> τῇ καρδίᾳ καὶ χεῖρον παντὸς κυνὸς ἀγριαίνεται; ὁ δόλος δέ, ὅταν τῇ ψυχῇ ἐμφωλεύῃ καὶ τὰς ἐπιβουλὰς καταρτύῃ, οὐ θηρίον ἀλώπεκος ἀγριώτερον καὶ ἄρκτου δυσημερώτερον; ὁ δὲ ὀξὺς εἰς ὕβριν οὐ σκορπίος ἄντικρυς; ὁ δὲ λάθρα ἀμυνόμενος οὐκ ἐχίδνης χαλεπώτερος; ὁ δὲ πλεονέκτης καὶ ἅρπαξ οὐ λύκος αὐτόχρημα; ποῖον θηρίον οὐκ ἔνδον καὶ ἐν ἑαυτοῖς ὑποτρέφομεν, ἐπεὶ καὶ ὁ θηλυμανὴς ἵππος ἐστὶν ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε. μετέθηκε γὰρ ἑαυτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ προσῳκειώθη. πολλὰ τοίνυν θηρία ἐν ἡμῖν ὧν ἀγωνίζου ἄρχειν. εἰ γὰρ τῶν ἔξω μὲν ἄρχεις θηρίων τὰ δὲ ἔνδον ἀβασίλευτα εἴτουν ἀνυπότακτα καταλείψεις, σκόπει τί τοῖς ὁρῶσί σε δόξεις λέοντος μὲν ἀλόγου ζῴου κρατῶν38a καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, τοῦ δὲ περὶ τὴν καρδίαν θυμοῦ ἡττώμενος καὶ πρίων μὲν τοὺς ὀδόντας,