1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

καλῶς ἐπίστασαι, ἐν τίσιν ἐστὶ τὸ λαβεῖν τοῦ καθαρεῦσαι λήμματος ἐνδοξότερον· δὸς γάρ μοι μετὰ παρρησίας εἰπεῖν, ὅτι οὐ πάντων ὑπερορᾷς τῶν λημμάτων, ἀλλ' ὧν οὔπω τις ἅψασθαι τῶν προλαβόντων δεδύνηται, μόνος περιεδράξω διπλῇ τῇ χειρί· ἀντὶ γὰρ ἐσθῆτός τινος ἢ χρημάτων ἢ ἀνδραπόδων αὐτὰς τῶν ἀνθρώπων τὰς ψυχὰς λαβὼν ἔχεις τῷ θησαυρῷ τῆς ἀγάπης ἐναποθέμενος. 70

Ταῦτα λογογράφοι καὶ σοφισταὶ διεξίτωσαν, οἷς κόσμος καλῶς τὰ τοιαῦτα γράφειν, ὁ δὲ γηραιὸς ἡμῶν λόγος τοσοῦτον ἑαυτὸν ὑποκινείτω, ὅσον βάδην ἐπεξελθεῖν τῷ προ τεθέντι ἡμῖν παρὰ τῆς σῆς σοφίας προβλήματι, τί χρὴ γινώσκειν περὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων, ἐφ' ὧν μικροῦ δεῖν ἡ γένεσις τῷ θανάτῳ συνάπτεται· ἃ καὶ ὁ σοφὸς ἐν τοῖς ἔξω Πλάτων πολλὰ ἐκ προσώπου τοῦ ἀναβεβιωκότος περὶ τῶν ἐκεῖθεν δικαστηρίων φιλοσοφήσας ἀφῆκεν ἀπόρρητα, ὡς κρείττονα ὄντα δηλαδὴ ἢ ὥστε ὑπὸ λογισμὸν ἀνθρώπων ἐλθεῖν. εἰ μὲν οὖν τι τοιοῦτον ἐν τοῖς ἐξητασμένοις ἐστίν, ὡς λύειν τὰς τοῦ προβλήματος ἀμφιβολίας, δέξῃ δηλαδὴ τὸν εὑρεθέντα λόγον, εἰ δὲ μή, συγγνώσῃ πάντως τῷ γήρᾳ, μόνην τὴν προθυμίαν ἡμῶν εἰς τὸ παρασχεῖν τί σοι τῶν κεχαρισμένων ἀποδεξάμενος. καὶ γὰρ τὸν Ξέρξην, ἐκεῖνον τὸν πᾶσαν τὴν ὑφ' ἡλίῳ μικροῦ δεῖν ἓν στρατόπεδον ποιησάμενον καὶ πᾶσαν ἑαυτῷ συγκινοῦντα τὴν οἰκουμένην, ὅτε κατὰ τῶν Ἑλλήνων ἐστράτευσε, μεθ' ἡδονῆς δέξασθαί φησιν ὁ λόγος πένητός τινος δῶρον. ὕδωρ δὲ τὸ ξένιον ἦν καὶ τοῦτο οὐκ ἐν κεράμῳ φερόμενον, ἀλλ' ἐν τῷ κοίλῳ τῆς τῶν χειρῶν παλάμης περιεχόμενον. οὕτως οὖν καὶ σὺ κατὰ τὴν προσοῦσάν σοι μεγαλοφυΐαν μιμήσῃ πάντως ἐκεῖνον, ᾧ δῶρον ἐγένετο ἡ προαίρεσις, εἴπερ ἡμῶν βραχύ τε καὶ ὑδατῶδες εὑρεθείη τὸ δῶρον. 71

Ὥσπερ ἐπὶ τῶν οὐρανίων θαυμάτων ὁρᾷ μὲν ἐπ' ἴσης τὰ φαινόμενα κάλλη κἂν πεπαιδευμένος κἂν ἰδιώτης τύχῃ τις ὢν ὁ πρὸς τὸν οὐρανὸν ἀναβλέπων, διανοεῖται δὲ τὰ περὶ αὐτῶν οὐχ ὁμοίως ὅ τε ἀπὸ φιλοσοφίας ὁρμώμενος καὶ ὁ μόναις ταῖς αἰσθήσεσι τὸ φαινόμενον ἐπιτρέπων (οὗτος μὲν γὰρ ἢ ταῖς ἀκτῖσιν ἥδεται τοῦ ἡλίου ἢ τὸ κάλλος τῶν ἄστρων θαύμα τος ἄξιον κρίνει ἢ τὸν ἀριθμὸν τοῦ σεληναίου δρόμου ἐπὶ τοῦ μηνὸς παρετήρησεν, ὁ δὲ διορατικὸς τὴν ψυχὴν καὶ διὰ παιδεύσεως πρὸς τὴν κατανόησιν τῶν οὐρανίων κεκαθαρμένος, καταλιπὼν ταῦτα δι' ὧν εὐφραίνεται τῶν ἀλογωτέρων ἡ αἴσθησις, πρὸς τὴν τοῦ παντὸς ἁρμονίαν βλέπει καὶ ἐκ τῆς ἐγκυκλίου κινήσεως τὴν ἐκ τῶν ἐναντίων εὐαρμοστίαν ἐπισκοπεῖ· πῶς τῇ ἀπλανεῖ περιφορᾷ οἱ ἐντὸς κύκλοι πρὸς τὸ ἔμπαλιν ἀνελίσσονται, πῶς τὰ ἐν αὐτοῖς θεωρούμενα τῶν ἄστρων πολυειδῶς σχηματίζεται, ἐν προσεγγισμοῖς τε καὶ ἀποστάσεσι καὶ ὑποδρομαῖς τε καὶ ἐκλείψεσι καὶ ταῖς ἐπὶ τὰ πλάγια παραδρομαῖς τὴν ἀδιάλειπτον ἐκείνην ἁρμονίαν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐξεργαζόμενα· οἷς οὐδὲ τοῦ βραχυτάτου τῶν ἄστρων ἡ θέσις ἀθεώρητος περιορᾶται, ἀλλὰ πάντα τὴν ἴσην παρέχει φροντίδα τοῖς διὰ τῆς σοφίας ἐπὶ τὰ ἄνω τὸν νοῦν μετοικίσασι)· τὸν αὐτὸν τρόπον καὶ σύ, ὦ τιμία μοι κεφαλή, τὴν ἐν τοῖς οὖσι τοῦ θεοῦ οἰκονομίαν βλέπων, ἀφεὶς ἐκεῖνα περὶ ἃ τῶν πολλῶν ἄσχολός ἐστιν ἡ διάνοια (πλοῦτον λέγω καὶ τῦφον καὶ δόξης ἐπιθυμίαν κενῆς, ἅπερ ἄντικρυς ἀκτίνων δίκην περιαστράπτοντα τοὺς ἀλογωτέρους ἐκπλήττειν εἴωθεν), οὐδὲ τὰ δοκοῦντα 72 μικρότερα τῶν ἐν τοῖς οὖσι θεωρουμένων ἀνεξέταστα καταλείπεις ἀνερευνῶν τε καὶ διασκοπούμενος τὴν ἀνωμαλίαν τῆς ἀνθρωπίνης ζωῆς, οὐ μόνον τὴν κατὰ πλοῦτον καὶ πενίαν θεωρουμένην ἢ τὰς κατὰ τὰ ἀξιώματα καὶ τὰ γένη διαφοράς (οἶδας γὰρ ἀντ' οὐδενὸς εἶναι ταῦτα οἷς τὸ εἶναι οὐ καθ' ὑπόστασιν οἰκείαν ἐστίν, ἀλλ' ἐν τῇ ματαίᾳ ὑπολήψει τῶν τοῖς μὴ οὖσιν ὡς ὑφεστῶσι προσκεχηνότων· εἰ γοῦν τις ἀφέλοιτο τοῦ λαμπρυνομένου τῇ δόξῃ τῶν εἰς αὐτὸν βλεπόντων τὴν οἴησιν, οὐδὲν ὑπολειφθήσεται τῷ μεγαλοφρονοῦντι ἐπὶ τῷ διακένῳ φυσήματι, κἂν πᾶσα τῶν χρημάτων ἡ ὕλη παρ' αὐτῷ κατορωρυγμένη τύχῃ), ἀλλά σοι διὰ φροντίδος ἐστὶ