1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

γνῶναι τά τε ἄλλα τῆς θείας οἰκονομίας, πρὸς ὅ τι τῶν γινομένων ἕκαστον βλέπει, καὶ τίνος χάριν τῷ μὲν εἰς γῆρας μακρὸν παρατείνεται ἡ ζωή, ὁ δὲ τοσοῦτον μετέχει τοῦ ζῆν, ὅσον δι' ἀναπνοῆς τὸν ἀέρα σπάσαι καὶ εὐθὺς καταλῆξαι τοῦ βίου. εἰ γὰρ οὐδὲν ἀθεεὶ τῶν ἐν τῷ κόσμῳ γινομένων ἐστί, πάντα δὲ τῆς θείας ἐξῆπται βουλήσεως, σοφὸν δὲ καὶ προνοητικὸν τὸ θεῖον, πάντως τις ἔπεστι καὶ τούτοις λόγος, τῆς σοφίας ἅμα τοῦ θεοῦ καὶ τῆς προνοητικῆς ἐπιμελείας τὰ γνωρίσματα φέρων· τὸ γὰρ εἰκῇ τι καὶ ἀλόγως γινόμενον οὐκ ἂν ἔργον εἴη θεοῦ· θεοῦ γὰρ ἴδιον, καθώς φησιν ἡ γραφή, τὸ Πάντα ἐν σοφίᾳ ποιεῖν. τί οὖν τὸ σοφὸν ἐν ἐκείνῳ; παρῆλθε διὰ 73 γεννήσεως εἰς τὸν βίον ὁ ἄνθρωπος, ἔσπασε τὸν ἀέρα, ἀπὸ οἰμωγῆς τοῦ ζῆν ἤρξατο, ἐλειτούργησε τῇ φύσει τὸ δάκρυον, ἀπήρξατο τῷ βίῳ τῶν θρήνων, πρίν τινος μετασχεῖν τῶν κατὰ τὸν βίον ἡδέων· πρὶν τονωθῆναι τὴν αἴσθησιν, ἔτι λελυμένος τὰς τῶν μελῶν ἁρμονίας, ἁπαλός τε καὶ διακεχυμένος καὶ ἀδιάρθρωτος, καὶ τὸ ὅλον εἰπεῖν πρὶν γενέσθαι ἄνθρωπος (εἴπερ ἀνθρώπου ἴδιον ἡ λογικὴ χάρις ἐστίν, ὁ δὲ οὔπω ἐν ἑαυτῷ τὸν λόγον ἐχώρησεν), οὗτος ὁ μηδὲν πλέον ἔχων τοῦ ἔτι ἐν τῇ μητρῴᾳ νηδύϊ συνεχομένου πλὴν τὸ ἐν ἀέρι γενέσθαι ἐν τούτῳ τῆς ἡλικίας ὢν διὰ θανάτου λύεται ἢ ἐκτεθεὶς ἢ καταπνιγεὶς ἢ κατὰ τὸ αὐτόματον δι' ἀρρωστίας τοῦ ζῆν παυσάμενος· τί χρὴ περὶ αὐτοῦ ἐννοεῖν; πῶς περὶ τῶν οὕτω τετελευτηκότων ἔχειν; ὄψεται ἆρα κἀκείνη ἡ ψυχὴ τὸν κριτήν; παραστήσεται μετὰ τῶν ἄλλων τῷ βήματι; ὑφέξει τῶν βεβιωμένων τὴν κρίσιν; λήψεται τὴν κατ' ἀξίαν ἀντίδοσιν ἢ πυρὶ καθαιρομένη κατὰ τὰς τοῦ εὐαγγελίου φωνὰς ἢ τῇ δρόσῳ τῆς εὐλογίας ἐναναψύχουσα; 74 Ἀλλ' οὐκ οἶδα, ὅπως χρὴ ταῦτα περὶ τῆς τοιαύτης ἐννοῆσαι ψυχῆς· τὸ γὰρ τῆς ἀντιδόσεως ὄνομα τὸ χρῆναί τι πάντως προπαρασχεθῆναι σημαίνει, τοῦ δὲ μὴ βεβιωκότος ὅλως ἡ ὕλη τοῦ τι παρασχεῖν προαφῄρηται· ἐφ' ὧν δὲ δόσις οὐκ ἔστιν, οὐδὲ ἀντίδοσις κυρίως ὀνομασθήσεται. μὴ οὔσης δὲ τῆς ἀντιδόσεως, οὔτε ἀγαθόν ἐστιν οὔτε κακὸν τὸ κατ' ἐλπίδα προκείμενον· τὸ γὰρ ὄνομα τοῦτο τῶν καθ' ἑκάτερον νοουμένων τὴν ἀμοιβὴν ἐπαγγέλλεται· τὸ δὲ μήτε ἐν ἀγαθῷ μήτε ἐν κακῷ εὑρισκόμενον ἐν οὐδενὶ πάντως ἐστίν· ἄμεσος γὰρ ἡ τῆς τοιαύτης ἀντιθέσεως ἐναντιότης, ἡ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ λέγω, ὧν οὐθέτερον ἔσται τῷ μὴ θατέρου κατάρ ξαντι. τὸ οὖν ἐν μηδενὶ ὂν οὐδ' ἂν εἶναί τις εἴποι ὅλως. εἰ δέ τις τὸ τοιοῦτον καὶ εἶναι λέγοι καὶ ἐν ἀγαθοῖς εἶναι, διδόντος, οὐκ ἀποδιδόντος τοῦ θεοῦ τὰ ἀγαθὰ τοῖς τοιούτοις, ποίαν λέγει τῆς ἀποκληρώσεως ταύτης αἰτίαν; ποῦ τὸ δίκαιον συναποδείξει τῷ λόγῳ; πῶς δὲ ταῖς εὐαγγελικαῖς φωναῖς σύμφωνον δείξει τὸ νόημα; ἐκεῖ συναλλαγματικήν τινα τῆς βασιλείας τὴν ἐμπορίαν τοῖς ἀξιουμένοις προσγίνεσθαι λέγει· ἐπειδὴ γὰρ τὸ καὶ τό, φησί, πεποιήκατε, τὴν βασιλείαν ἀν τιλαβεῖν ἐστε δίκαιοι. ἐνταῦθα δὲ μηδεμιᾶς μήτε πράξεως μήτε προαιρέσεως ὑπούσης, τίνα καιρὸν ἔχει καὶ τούτοις παρὰ τοῦ θεοῦ γίνεσθαι λέγειν τὸ ἐξ ἀμοιβῆς ἐλπιζόμενον; εἰ δέ τις ἀβασανίστως τὸν τοιοῦτον δέξεται λόγον, ὡς πάντως ἐν 75 ἀγαθοῖς ἐσομένου τοῦ παρελθόντος οὕτως ἐπὶ τὸν βίον, ἐκ τούτου μακαριστότερον ἀναφανήσεται τῆς ζωῆς τὸ μὴ μετ έχειν ζωῆς, εἴπερ ἐκείνῳ μὲν ἀναμφίβολος ἡ τῶν ἀγαθῶν μετουσία, κἂν βαρβάρων τύχῃ γονέων καὶ μὴ νενομισμένῳ κυηθῇ γάμῳ, τῷ δὲ βεβιωκότι τὸν χωρητόν τε καὶ νόμιμον τῇ φύσει χρόνον πάντως ἢ πλέον ἢ ἔλαττον ὁ τῆς κακίας μολυσμὸς τῇ ζωῇ καταμίγνυται, ἤ, εἰ μέλλοι παντελῶς τῆς πρὸς τὸ κακὸν κοινωνίας ἐκτὸς εἶναι, πολλῶν αὐτῷ δεῖ ἱδρώτων πρὸς αὐτὸ τοῦτο καὶ πόνων· οὐ γὰρ ἀκμητὶ κατορθοῦται τοῖς μετιοῦσιν ἡ ἀρετὴ οὐδὲ ἄπονός ἐστι τοῖς ἀνθρώποις ἡ τῶν καθ' ἡδονὴν ἀλλοτρίωσις· ὥστε ἑνὶ τῶν ἀνιαρῶν ἐξ ἀμφοτέρων συνενεχθῆναι δεῖν πάντως τὸν μετασχόντα τοῦ χρονιωτέρου βίου, ἢ νῦν τῷ ἐπιπόνῳ τῆς ἀρετῆς ἐναθλοῦντα ἢ τότε διὰ τὴν ἐν κακίᾳ ζωὴν τῇ ἀντιδόσει τῶν ἀλγεινῶν ὀδυνώμενον· ἐπὶ δὲ τῶν ἀώρων τοιοῦτόν ἐστιν οὐδέν, ἀλλ' εὐθὺς ἡ ἀγαθὴ λῆξις τοὺς ἐν ἀωρίᾳ μεταστάντας ἐκδέχεται, εἴπερ