1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

φθόνῳ τινὶ καὶ οὐ προνοίᾳ τῶν προκειμένων ἀπείργοντος, εἰ δὲ πρὸς τοὺς ἔτι ἀσχημονοῦντας τῇ παρατάσει τῆς μέθης βλέποι ἐν ἐμέτοις καὶ καρηβαρίαις καὶ τῷ παραφθέγγεσθαί τι τῶν οὐ δεόντων, χάριν ὁμολογεῖ τῷ πρὸ τοῦ τοιούτου πάθους τῆς ἀμέτρου πλησμονῆς αὐτὸν ἀποστήσαντι· εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, ῥᾴδιον ἂν εἴη προσαγαγεῖν τὸ ἐν τούτῳ καταληφθὲν ἡμῖν θεώρημα τῷ προκειμένῳ νοήματι. τί γὰρ τὸ προκείμενον ἦν; ὅτου χάριν ὁ θεός, πολλῆς οὔσης τοῖς πατράσι σπουδῆς φυλαχθῆναι ἑαυτοῖς τὸν τοῦ βίου διάδοχον, ἄωρον πολλάκις ἐν τῷ ἀτελεῖ τῆς ἡλικίας ἐᾷ τὸ τεχθὲν ἀναρπάζεσθαι; πρὸς οὓς ἐροῦμεν τὸ συμποτικὸν ἐκεῖνο ὑπόδειγμα, ὅτι τῆς τοῦ βίου τραπέζης πολλήν τε καὶ παν τοδαπὴν τῶν ἐδωδίμων τὴν παρασκευὴν ἐχούσης (νόει δέ μοι κατὰ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν μὴ πάντα τῷ τῆς ἡδονῆς μέλιτι τὰ τοῦ βίου καταγλυκαίνεσθαι, ἀλλ' ἔστιν ὅπου καὶ τοῖς αὐστηροτέροις τῶν συμπτωμάτων τὴν ζωὴν ἐπαρτύεσθαι, οἷα δὴ φιλοτεχνοῦσιν οἱ τῶν περὶ γαστέρα καὶ θοίνην ἡδονῶν τεχνῖται τοῖς δριμυτέροις ἢ ἁλμῶσιν ἢ παραστύφουσιν τὰς ὀρέξεις τῶν δαιτυμόνων ἀναρριπίζοντες)· ἐπεὶ οὖν οὐ διὰ πάντων ἐστὶ τῶν πραγμάτων μελιηδὴς ὁ βίος, ἀλλ' ἔστιν ἐν οἷς ἅλμη τὸ ὄψον ἐστὶν ἢ στῦψις [ἢ] ὀξώδης, ἢ δηκτική τις καὶ 90 δριμεῖα ποιότης ἐντριβεῖσα τοῖς πράγμασι δύσληπτον ποιεῖ τὴν καρυκείαν τοῦ βίου, πλήρεις δὲ οἱ τῆς ἀπάτης κρατῆρες παντοδαποῦ κράματος, ὧν οἱ μὲν τὸ φυσῶδες πάθος διὰ τοῦ τύφου τῆς ἀπάτης τοῖς ἐμπιοῦσιν ἐποίησαν, οἱ δὲ εἰς παραφορὰν τοὺς ἐμπιόντας ἐξεκαλέσαντο, ἄλλοις δὲ τῶν πονηρῶς κτηθέντων τὸν ἔμετον διὰ τῆς αἰσχρᾶς ἀποτίσεως ἀνεκίνησαν· ὡς ἂν οὖν μὴ ἐπιχρονίζοι τῇ τοιαύτῃ τῆς τραπέζης παρασκευῇ ὁ μὴ δεόντως τῷ συμποσίῳ χρησάμενος, θᾶττον ὑπεξάγεται τοῦ τῶν δαιτυμόνων πληρώματος, κερδαίνων τὸ μὴ ἐν ἐκείνοις γενέσθαι, ὧν ἡ ἀμετρία τῆς ἀπολαύσεως τοῖς λαιμαργοῦσι πρόξενος γίνεται. τοῦτό ἐστιν ὅ φημι τελείας εἶναι προνοίας κατόρθωμα, τὸ μὴ μόνον συστάν τα θεραπεύειν τὰ πάθη, ἀλλὰ καὶ κωλύειν πρὸ τῆς συστάσεως. ὃ δὴ καὶ περὶ τοῦ θανάτου τῶν ἀρτιτόκων ὑπενοήσαμεν, ὅτι ὁ λόγῳ τὰ πάντα ποιῶν ὑπὸ φιλανθρωπίας ἀφαιρεῖται τῆς κακίας τὴν ὕλην μὴ διδοὺς καιρὸν τῇ προαιρέσει τῇ διὰ τῆς προγνωστικῆς δυνάμεως γνωρισθείσῃ διὰ τῶν ἔργων ἐν κακίας ἐξοχῇ δειχθῆναι οἵα ἐστίν, ὅταν πρὸς τὸ κακὸν τὴν ὁρμὴν ἔχοι.

Πολλάκις δὲ τὴν σεσοφισμένην τῆς φιλαργυρίας ἀνάγκην διὰ τῶν τοιούτων ἐλέγχει ὁ συνιστῶν τὸ τοῦ βίου συμπόσιον, ὡς ἄν, οἶμαι, γυμνὸν τῶν εὐπροσώπων προκαλυμμάτων τὸ τῆς φιλαργυρίας ἀρρώστημα φαίνοιτο μηδενὶ παραπετάσματι πεπλανημένῳ συσκιαζόμενον. φασὶ γὰρ οἱ πολλοὶ διὰ τοῦτο 91 ταῖς τοῦ πλείονος ἐπιθυμίαις ἐπιπλατύνεσθαι, ὡς ἂν πλουσιωτέρους τοὺς ἐξ αὐτῶν γεγονότας ποιήσαιεν· ὧν ἐλέγχει τὴν νόσον ἰδίαν οὖσαν, οὐκ ἐξ ἀνάγκης ἐγγινομένην ἡ ἀπροφάσιστος τῶν ἀτέκνων πλεονεξία· πολλοὶ γὰρ οὔτε ἔχοντες διαδοχὴν ἐπὶ πολλοῖς οἷς ἐμόχθησαν οὔτε ἐν ἐλπίσι τοῦ σχεῖν ὄντες ἀντὶ μυρίων τέκνων πολλὰς ἐπιθυμίας ἐν ἑαυτοῖς παιδοτροφοῦσιν, οὐκ ἔχοντες ποῦ τὴν ἀνάγκην τῆς ἀρ ρωστίας ταύτης ἐπανενέγκωσιν. Εἰ δέ τινες κακῶς ἐπιδημοῦντες τῷ βίῳ, τυραννικοί τε καὶ πικροὶ τὴν προαίρεσιν, πάσαις ἀκολασίαις δεδουλωμένοι, θυμῷ παραπλῆγες, φειδόμενοι τῶν ἀνηκέστων κακῶν οὐδ ενός, λῃσταὶ καὶ ἀνδροφόνοι καὶ πατρίδων προδόται ἢ εἴ τι τούτων ἐστὶν ἐναγέστερον οἶον πατροφόνοι τε καὶ μητρολῷαι καὶ παιδοκτόνοι καὶ ταῖς παρανόμοις μίξεσιν ἐπιλυσσῶντες, εἰ τοιοῦτοί τινες ὄντες ἐν τῇ κακίᾳ ταύτῃ γηράσκουσιν, πῶς ἐρεῖ τις συμβαίνειν ταῦτα τοῖς προεξητασμένοις; εἰ γὰρ τὸ πρὸ ὥρας ἀνάρπαστον, ὡς ἂν μὴ εἰς τέλος κατὰ τὸ ὑπόδειγμα τοῦ συμποσίου τοῖς πάθεσι τῆς ζωῆς ταύτης ἐλλαιμαργήσειεν, προνοητικῶς ὑπεξάγεται τοῦ βιωτικοῦ συμποσίου, τίνος χάριν ὁ τοιοῦτος μέχρι γήρως ἐμπαροινεῖ τῷ συμποσίῳ, πονηρὰν ἑαυτῷ τε καὶ τοῖς συμπόταις τὴν τῶν κακῶν ἑωλοκρασίαν ἐπισκεδάζων; πρὸς οὓς ἐροῦμεν μηδὲν ἔλαττον καὶ ἐπὶ τούτων τὴν προνοητικὴν τοῦ θεοῦ