1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

οἰκονομίαν διαφαίνεσθαι· τὸ μὲν γὰρ δύνασθαι καὶ τὸν πρὸς τοῦτο τὸ μέτρον τῆς πονηρίας ἐλάσαντα χρόνων τισὶ μακρῶν περιόδοις διὰ τῆς αἰωνίας 92 καθάρσεως πάλιν ἀποδοῦναι τῷ τῶν σῳζομένων πληρώματι παντὶ πρόδηλον πάντως τῷ πρὸς τὴν θείαν δύναμιν βλέποντι. τίς γὰρ οὕτως τῆς θείας φύσεως ἀνεπίσκεπτος, ὡς τὰ ἄλλα τοῦ θεοῦ βλέπων, ὅσα τῷ ὑπερέχοντι τῆς δυνάμεως ἐν μόνῃ τῇ τοῦ θελήματος ὁρμῇ κατειργάσατο, περὶ τοῦτο μόνον ἀτονεῖν αὐτὸν οἴεσθαι; εἰ γάρ τις ἀνθρωπικῶς ἐξετάζειν ἐθέλοι, δυσκολώτερον εὑρεθήσεται τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὸν ἐν τούτοις κόσμον μὴ ὄντα παραγαγεῖν εἰς τὸ εἶναι ἢ διὰ κακίας πλανηθεῖσαν ψυχὴν πάλιν ἐπαναγαγεῖν [αὐτὴν] πρὸς τὴν κατὰ φύσιν ζωήν, ὥστε τὸ φιλάνθρωπον θέλημα οὐδὲ ἐπὶ τούτων ἀργὸν ἂν εἴη. τὸ δὲ διαρκὲς τῆς ἐν κακίᾳ τούτῳ ζωῆς οὐ θεόθεν τὰς ἀφορμὰς ἔχει· τοῦ μὲν γὰρ ζῆν τὴν δύναμιν παρὰ τοῦ τὴν ζωὴν πεποιηκότος ἐδέξατο, τοῦ δὲ κακῶς ζῆν ἡ οἰκεία καθηγεῖται προαίρεσις, ἧς μὴ πρὸς τοῦτο τὴν ῥοπὴν ἐχούσης οὐδ' ἂν ἦν ὅλως ἐν κακίᾳ ὁ ἄνθρω πος. κακὸν γὰρ κατ' οἰκείαν ὑπόστασιν οὐδέν, μὴ ἐν τῇ προαιρέσει τοῦ κακῶς βιοῦντος δημιουργούμενον. εἰ οὖν τῆς συνισταμένης ἔν τινι κακίας ὁ θεὸς ἀναίτιος, οὐκέτι ἂν εὐλόγως εἰς ἐκεῖνον ἀναφέροιτο τῆς ἐν κακίᾳ τούτων ζωῆς ἡ αἰτία. Ἀλλὰ διὰ τί, πάντως ἐρεῖς, τὸν μὲν προνοητικῶς ὑπεξάγει τοῦ βίου πρὶν τελειωθῆναι διὰ τοῦ κακοῦ τὴν προαίρεσιν, τὸν 93 δὲ καταλείπει γενέσθαι τοιοῦτον, ὡς ἄμεινον αὐτῷ εἶναι τὸ μὴ γενέσθαι ὅλως; πρὸς δὲ τοῦτο τοιοῦτόν τινα τοῖς εὐγνωμονεστέροις ἀποδώσομεν λόγον, ὅτι πολλάκις ἡ ζωὴ τῶν εὖ βεβιωκότων καὶ τοῖς ἐξ αὐτῶν αἰτία τοῦ βελτίονος γίνεται. καὶ μυρίαι τούτων ἐκ τῆς θεοπνεύστου γραφῆς αἱ μαρτυρίαι, δι' ὧν σαφῶς διδασκόμεθα τῆς παρὰ τοῦ θεοῦ γενομένης τοῖς ἀξίοις κηδεμονίας καὶ τοὺς ἐξ αὐτῶν συμμετέχειν. ἀγαθὸν δ' ἂν εἴη κεφάλαιον καὶ τὸ ἐμποδών τινι πρὸς κακίαν γενέσθαι τῷ μέλλοντι πάντως κατ' ἐκείνην βιώσεσθαι. ἐπεὶ δὲ τῶν ἀδήλων ὁ λόγος ἐνταῦθα καταστοχάζεται, πάντως οὐδεὶς αἰτιάσεται πολλαχῇ τοῦ στοχασμοῦ τὴν διάνοιαν ἄγοντος. οὐ μόνον γὰρ τοῖς καθηγουμένοις τοῦ γένους εἴποι τις ἂν τὸν θεὸν χαριζόμενον ὑπεξάγειν τῆς κακῆς ζωῆς τὸν κατ' αὐτὴν βιωσόμενον, ἀλλ' εἰ καὶ μηδὲν εἴη τοιοῦτον ἐπὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων, οὐδὲν ἀπεικὸς οἴεσθαι τὸ χαλεπώτερον ἂν ἐκείνους ἀντιλαμβάνεσθαι τοῦ κατὰ κακίαν βίου ἢ τούτων ἕκαστον τῶν ἐπὶ πονηρίᾳ γνωρισθέντων παρὰ τὸν βίον. τὸ γὰρ μηδὲν ἀθεεὶ γίνεσθαι διὰ πολλῶν ἐπεγνώκαμεν, τὸ δ' αὖ πάλιν μὴ τυχαῖά τε καὶ ἄλογα εἶναι τὰ θεόθεν οἰκονομούμενα πᾶς ἂν ὁμολογήσειεν, εἰδὼς ὅτι ὁ θεὸς λόγος ἐστὶ καὶ σοφία καὶ πᾶσα ἀρετὴ καὶ ἀλήθεια, οὐδὲν δὲ τοῦ λόγου ἄλογον οὐδὲ τοῦ σοφοῦ τι ἄσοφον, οὐδ' ἂν ἡ ἀρετή τε καὶ ἡ ἀλήθεια τὸ μὴ ἐνάρετόν τε καὶ ἔξω τοῦ ἀληθοῦς καταδέξαιτο.

Εἴτε οὖν κατὰ τὰς εἰρημένας αἰτίας ἄωροί τινες ἀναρπάζονται εἴτε τι καὶ ἕτερον παρὰ τὰ εἰρημένα ἐστί, τὸ πάντως ἐπὶ 94 σκοπῷ τῷ βελτίονι ταῦτα γίνεσθαι συνομολογεῖσθαι προσήκει. οἶδα δέ τινα καὶ λόγον ἕτερον παρὰ τῆς τοῦ ἀποστόλου σοφίας μαθών, δι' ὅν τινες τῶν κατὰ κακίαν ὑπερβαλλόντων κατὰ τὴν ἑαυτῶν προαίρεσιν ζῆσαι ἀφείθησαν· γυμνάσας γὰρ ἐπὶ πλέον τὴν τοιαύτην διάνοιαν ἐν τῷ πρὸς Ῥωμαίους λόγῳ καὶ ἀνθυπενεγκὼν ἑαυτῷ τὸ ἐκ τοῦ ἀκολούθου ἀντιτιθέμενον, τὸ μὴ ἂν εὐλόγως ἐν αἰτίᾳ τὸν κακὸν ἔτι γενέσθαι, εἴπερ θεόθεν ἔχει τὸ κακὸς εἶναι, μὴ ἂν γενόμενος πάντως, εἴπερ ἀβούλητον ἦν τῷ ἐπικρατοῦντι τῶν ὄντων, οὕτως ἀπαντᾷ τῷ λόγῳ διὰ βαθυτέρας τινὸς θεωρίας τὴν ἀνθυποφορὰν ὑπεκλύων· φησὶ γὰρ τὸν θεὸν ἑκάστῳ τὸ κατ' ἀξίαν νέμοντα ἔστιν ὅπου καὶ τῇ κακίᾳ διδόναι χώραν ἐπὶ σκοπῷ τῷ βελτίονι· τούτου γὰρ ἕνεκεν ἐᾶσαι γενέσθαι καὶ τοιοῦτον γενέσθαι τὸν Αἰγύπτιον τύραννον, ὡς ἂν τῇ ἐκείνου πληγῇ ὁ Ἰσραὴλ παιδευθείη, ὁ πολὺς ἐκεῖνος λαὸς καὶ πᾶσαν τὴν ἐξ ἀριθμοῦ περίληψιν διαβαίνων. ἴσως γὰρ τῆς θείας δυνάμεως διὰ πάντων γνωριζομένης καὶ πρὸς τὸ εὐεργετεῖν τοὺς ἀξίους ἱκανῶς ἐχούσης καὶ πρὸς τὴν κόλασιν τῆς κακίας οὐκ ἀτονούσης, ἐπεὶ δὲ πάντως ἐχρῆν ἀποικισθῆναι τῆς