1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

Αἰγύπτου τὸν λαὸν ἐκεῖνον, ὡς ἂν μή τις αὐτοῖς γένοιτο τῶν Αἰγυπτίων κακῶν κατὰ τὴν τοῦ βίου πλάνην κοινωνία, τούτου χάριν ὁ θεομάχος ἐκεῖνος, ὁ ἐπὶ παντὶ κακῷ 95 ὀνομαστὸς Φαραὼ τῇ ζωῇ τῶν εὐεργετουμένων συνανέσχεν τε καὶ συνήκμασεν, ὡς ἂν τῆς διπλῆς τοῦ θεοῦ ἐνεργείας ἐφ' ἑκατέρων μεριζομένης ἀξίως τῶν δύο λάβῃ τὴν γνῶσιν ὁ Ἰσραήλ, τὸ μὲν κρεῖττον ἐφ' ἑαυτοῦ διδασκόμενος, τὸ δὲ σκυθρωπότερον ἐπὶ τῶν διὰ κακίαν μαστιγουμένων ὁρῶν, ὡς τῷ ὑπερβάλλοντι τῆς σοφίας εἰδότος τοῦ θεοῦ καὶ τὸ κακὸν ἐπὶ τῇ τοῦ ἀγαθοῦ συνεργίᾳ μεταχειρίζεσθαι. χρεία γὰρ τῷ τεχνίτῃ (εἰ χρὴ τὸν ἀποστολικὸν λόγον καὶ διὰ τῶν ἡμετέρων λόγων βεβαιωθῆναι), χρεία τοίνυν τῷ διὰ τῆς τέχνης πρός τι τῶν βιωφελῶν ἐργαλείων τυποῦντι τὸν σίδηρον οὐ μόνον τοῦ εὐκόλως τῇ τέχνῃ εἴκοντος ἔκ τινος φυσικῆς ἁπαλότητος, ἀλλὰ κἂν λίαν ἀντίτυπος ὁ σίδηρος ᾖ, κἂν μὴ ῥᾳδίως διὰ πυρὸς ἐκμαλάσσηται καὶ πρὸς τὸ σκεῦος τῶν ἀναγκαίων τοῦ βίου τυπωθῆναι τῷ ἀνυπείκτῳ τε καὶ στερρῷ μὴ οἶός τε ᾖ, καὶ τούτου ἡ τέχνη ἐπιζητεῖ τὴν συνεργίαν· ἄκμονι γὰρ χρήσεται τῷ τοιούτῳ, ὡς ταῖς ἐπὶ τούτου πληγαῖς τὸν εὐεργῆ τε καὶ ἁπαλὸν πρός τι τῶν χρησίμων ἀποτυποῦσθαι. Ἀλλ' ἐρεῖ τις, ὅτι οὐ πάντες παρὰ τὸν βίον τοῦτον τῆς ἑαυτῶν μοχθηρίας ἀπέλαυσαν· οὐδὲ γὰρ οἱ κατ' ἀρετὴν βιοτεύοντες ἐν τῇ ζωῇ ταύτῃ τῶν τῆς ἀρετῆς ἱδρώτων ἀπώναντο· τί οὖν, φησί, τούτων εἶναι τὸ χρήσιμον ἐπὶ τῶν ἐν κακίᾳ ἀτιμωρήτως βεβιωκότων; παραθήσομαί σοι καὶ πρὸς τοῦτο λόγον τῶν ἀνθρωπίνων λογισμῶν ὑψηλότερον· φησὶ γάρ που τῆς ἑαυτοῦ προφητείας ὁ μέγας ∆αβὶδ μέρος τι τοῖς ἐναρέτοις εὐφροσύνης καὶ τὸ τοιοῦτον εἶναι, ὅταν ἀντιπαραθεωρῶσι τοῖς οἰκείοις ἀγαθοῖς τὴν τῶν κατακρίτων 96 ἀπώλειαν· Εὐφρανθήσεται, γάρ φησι, δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ· οὐχ ὡς ἐπιχαίρων ταῖς τῶν ἀνιωμένων ὀδύναις, ἀλλ' ὡς τότε μάλιστα γνωρίζων τὸ ἐξ ἀρετῆς τοῖς ἀξίοις παραγινόμενον. σημαίνει γὰρ διὰ τῶν εἰρημένων, ὅτι προσθήκη τῆς εὐφροσύνης καὶ ἐπίτασις τοῖς ἐναρέτοις γίνεται ἡ τῶν ἐναντίων ἀντιπαράθεσις· τὸ γὰρ εἰπεῖν, ὅτι Τὰς χεῖρας ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται, τοιαύτην παρίστησι τὴν διάνοιαν, ὅτι τὸ καθαιρόμενον αὐτοῦ τῆς κατὰ τὴν ζωὴν ἐνεργείας ἐν τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν διαδείκνυται· ἡ γὰρ τοῦ νίψασθαι λέξις καθαρότητος ἔμφασιν διερμηνεύει, ἐν αἵματι δὲ οὐχὶ νίπτεταί τις ἀλλὰ μολύνεται, ὥστε διὰ τούτου δῆλον γενέσθαι, ὅτι ἡ τῶν σκυθρωποτέρων ἀντιπαράθεσις τὴν τῆς ἀρετῆς μακαριότητα δείκνυσιν. Συναπτέον τοίνυν ἐπὶ κεφαλαίῳ τὸν λόγον, ὡς ἂν εὐμνημόνευτα γένοιτο τὰ ἐξητασμένα νοήματα. ἡ γὰρ ἄωρος τελευτὴ τῶν νηπίων οὔτε ἐν ἀλγεινοῖς εἶναι τὸν οὕτω τοῦ ζῆν παυσάμενον νοεῖν ὑποτίθεται οὔτε κατὰ τὸ ἴσον τοῖς διὰ πάσης ἀρετῆς κατὰ τὸν τῇδε βίον κεκαθαρμένοις γίνεται, προμηθείᾳ κρείττονι τοῦ θεοῦ τὴν τῶν κακῶν ἀμετρίαν κωλύοντος ἐπὶ τῶν μελλόντων οὕτω βιώσεσθαι. τὸ δὲ ἐπιβιῶναί τινας τῶν κακῶν οὐκ ἀνατρέπει τὴν ἀποδοθεῖσαν διάνοιαν· τῇ γὰρ πρὸς τοὺς γεννησαμένους χάριτι τὸ κακὸν ἐπ' ἐκείνων ἐνεποδίσθη· οἷς δὲ οὐκ ἦν τις ἐκ γονέων πρὸς τὸν θεὸν παρρησία οὐδὲ τοῖς ἐξ ἐκείνων τὸ τοιοῦτον ἔτι τῆς εὐεργεσίας εἶδος συμπαρεπέμφθη· ἢ πολλῷ χαλεπώτερος τῶν ἐπὶ κακίᾳ γνωρίμων ὁ κωλυθεὶς διὰ τοῦ θανάτου γενέσθαι κακὸς ἐφάνη ἄν, εἴπερ ἀκώλυτον ἔσχε τὴν πονηρίαν, ἢ εἴ τινες καὶ εἰς τὸ ἀκρότατον 97 τῆς πονηρίας μέτρον προεληλύθασιν, ἡ ἀποστολικὴ θεωρία παραμυθεῖται τὸ ζήτημα, ὡς εἰδότος τοῦ πάντα ἐν σοφίᾳ ποιοῦντος καὶ διὰ τοῦ κακοῦ τι τῶν ἀγαθῶν κατεργάσασθαι. εἰ δέ τις καὶ ἐν πονηρίᾳ τὸ ἄκρον ἔχει καὶ ἐπ' οὐδενὶ χρησίμῳ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα παρὰ τῆς τοῦ θεοῦ τέχνης κατεχαλκεύθη, τοῦτο προσθήκη τῆς εὐφροσύνης τῶν εὖ βεβιωκότων γίνεται, καθὼς ἡ προφητεία νοεῖν ὑποτίθεται, ὅπερ οὐ μικρὸν ἐν ἀγαθοῖς ἄν τις λογίσαιτο οὐδὲ τῆς τοῦ θεοῦ προμηθείας ἀνάξιον.