1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

Χριστοῦ· καὶ πάλιν· ∆ι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου 8,1.65 τοῦ θεοῦ κεκάθικεν· δέος γὰρ μὴ τοῖς παρὰ τοῦ πνεύματος δωρήμασιν ἐπαιρόμενοι καὶ τὸ κατορθῶσαί τι δι' ἀρετὴν ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς, ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ πνεύματος εἷλκεν ἡμᾶς χάρις.

∆εῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν μηδὲ ἐξίστασθαι τῶν προκειμένων ἀγώνων μηδὲ τοῖς κατόπιν εἴ τι πέπρακται σπουδαῖον προσέχειν, ἀλλ' ἐκείνων μὲν λήθην λαμβάνειν, ἐπὶ δὲ τὸ ἔμπροσθεν κατὰ τὸν ἀπόστολον ἐπεκτείνεσθαι καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν, ἧς μόνης χρὴ πεινῆν καὶ διψῆν τοὺς εἰς τὸ τέλειον φθάσαι ζητοῦντας, ταπεινοὺς δὲ καὶ περιδεεῖς γινομένους ὡς πόρρω που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ Χριστοῦ μακρὰν ἀπῳκισμένους ἀγάπης· ὁ γὰρ ἐκείνης ἐρῶν καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν οὔτε νηστεύων οὔτε ἀγρυπνῶν οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος, ἀλλὰ μεστὸς ὢν τοῦ θείου πόθου καὶ πρὸς τὸν καλοῦντα συντόνως βλέπων πᾶν μὲν ὅτι ἂν ἀγωνίσηται πρὸς τὸ τυχεῖν ἐκείνου μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων ἀνάξιον· φιλονεικεῖ δὲ μέχρι 8,1.66 τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους καὶ ἀρεταῖς ἀρετὰς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ κατα στήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ. τοῦτο γάρ ἐστι κατόρθωμα μέγιστον φιλοσοφίας τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλε σθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που ῥίψαντα τῷ πρὸς θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ τῆς ἐπαγγελίας καθόσον πιστεύσας ἠράσθη ταύτης, οὐ καθόσον πονέσας εἰργάσατο. μεγάλων γὰρ ὄντων τῶν δώρων οὐκ ἔστι πόνους ἀξίους εὑρεῖν· μεγάλης δὲ δεῖ πίστεως καὶ ἐλπίδος εἰς τὸ ταύταις μετρηθῆναι, μὴ τοῖς πόνοις, τὴν ἀμοιβήν· πίστεως δὲ ὑπόστασις πνεύματος πτωχεία καὶ ἡ πρὸς θεὸν ἀμέτρητος ἀγάπη. Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως ζῆν ᾑρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοὺς τοιούτους ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν πόνους, ὅπως δὲ τρέχειν μετ' ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται. δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμά ζοντα καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ πᾶσαν τὴν κάτω δόξαν καὶ ἐρῶντα τῆς οὐρανίας τιμῆς 8,1.67 καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα θεραπεύειν, μᾶλλον δὲ ἑαυτοῦ θέλημα ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ λόγον καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ τῷ τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ' ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ διευθύνοντι. κε κτῆσθαι δὲ οὐδὲν χρὴ ἢ νομίζειν ἴδιον παρὰ τὸ κοινὸν πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γὰρ μηδὲν ἔχοι τούτων ἀλλὰ γυμνὸς εἴη τῆς καθ' ἑαυτὸν τοῦ βίου φροντίδος, τῆς κοινῆς ἔσται χρείας θεραπευτὴς καὶ τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ' ἡδονῆς καὶ ἐλπίδος προ θύμως ἐπιτελῶν καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ Χριστοῦ πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἠγορασμένος. 8,1.68 τοῦτο γὰρ καὶ ὁ κύριος βούλεται καὶ παρακαλεῖ λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας ἔσται πάντων ἔσχατος καὶ πάντων δοῦλος. Χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄμισθον εἶναι καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τιμὴν μηδὲ δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος φαίνηται, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ μηδὲ ἀνθρώποις ἀλλ' ὡς αὐτῷ τῷ