1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

κυρίῳ δουλεύων καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζων, ἐν ᾗ τῷ ἐκείνου ζυγῷ <προθύ μως> ὑποθεὶς τὸν αὐχένα καὶ βαστάζων διὰ τέλους ἐν ἡδονῇ φέρεται πρὸς τὸ τέλος <μετὰ ἀγαθῆς ἐλπίδος>. δεῖ οὖν ὑποτετάχθαι πᾶσι καὶ καθάπερ δανείου χρεώστην θεραπεύειν τοὺς ἀδελφούς, τὰς ὑπὲρ ἁπάντων φροντίδας ἐναποθέμενον τῇ ψυχῇ καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ τούτου χοροῦ τό τε μέγεθος τῆς αὑτῶν σκοποῦντας 8,1.69 φροντίδος καὶ τῆς ἐφεδρευούσης τῇ πίστει κακίας λογιζο μένους τὰς τέχνας ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ πρὸς τὴν ἐξουσίαν αἴροντας τὸ φρόνημα. κίνδυνος γὰρ ἐνταῦθα, καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι καὶ τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωὴν ἔλαθον ὑπὸ φρονή ματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινό τερα δὲ τῶν ἀρχομένων φρονεῖν καὶ τύπον δουλείας τὸν ἑαυτῶν βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ νομίζοντας ἔχειν οὓς ἐπιστεύθησαν.

Εἰ γὰρ οὕτως ἔχοιεν συγκροτοῦντες τὸν ἱερὸν τῇ θερα πείᾳ χορὸν καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν ἐν φανερῷ ποιούμενοι πρὸς τὸ σῴζειν τὴν πρέπουσαν ἕκαστον τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπει νοφροσύνην καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τῇ πίστει, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν. οὕτως οὖν ἐπιμελεῖσθε αὐτῶν ὡς ἂν χρηστοὶ παιδαγωγοὶ παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐ τῶν. ἐκεῖνοί τε γὰρ τῶν παίδων τὰς ἕξεις σκοποῦντες τῷ μὲν πληγάς, τῷ δὲ νουθεσίαν, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι τοιοῦτον προσάγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ' ὡς ἀνῆκε τῷ πράγματι 8,1.70 καὶ ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς <ζηλωτὰς> τοῦ βίου τούτου σεμνούς· καὶ ὑμᾶς χρὴ πᾶν μῖσος κατὰ τῶν ἀδελφῶν καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους πρὸς τὴν ἑκάστου δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν λόγον· τῷ μὲν ἐπιτίμησον, τὸν δὲ νουθέτησον, ἄλλον παρα κάλεσον, πρὸς τὴν ἑκάστου χρείαν καθάπερ ἀγαθὸς ἰατρὸς προσάγων τὸ φάρμακον· ἐκεῖνός τε γὰρ πρὸς τὰ πάθη σκοπῶν τῷ μὲν πρᾶον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρ μακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἁρμόζων τὴν τέχνην· σύ τε ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί, κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς. Ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους οἵ τε ἐφεστῶτες καὶ οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ' ἡδονῆς τοὺς ἀδελφοὺς ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους προηγῆσθε, τὸν τῶν ἀγγέλων ἐπὶ τῆς γῆς ζήσεσθε βίον. μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν· 8,1.71 πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ μόνον ἐστὶ καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου· τοῦτο γὰρ γινώσκων μαθητὴς ἔσται ὄντως Χριστοῦ. Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καθὼς ὁ σωτὴρ εἶπεν, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος, καθὼς Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ ὁ ἀπόστολος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς τε ταπεινότητος τοὺς καρποὺς καὶ τὴν ζημίαν τοῦ τύφου μιμήσασθε τὸν δεσπότην ἀγαπῶντες ἀλλήλους, καὶ μήτε θάνατον μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ' ἀλλήλων ὀκνεῖτε· ἀλλ' ἣν ἐβάδισεν ὁδὸν ἐν ἡμῖν ὁ θεός, ταύτην ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ ἀλλήλους. ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶ τον τοῦ νόμου ἐστὶ πλήρωμα. ∆εῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στε