1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

ρεὰν κρηπῖδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ τιθέναι ψυχῇ καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ εὐχῇ διαρκεῖ· οὐ γὰρ ἁπλῶς οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς τὸν θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν 8,1.72 πόνων καὶ μεγάλων φροντίδων καὶ συνεργίας τῆς τοῦ Χριστοῦ, καθὼς εἴρηκεν ἡ Σοφία· Ἐὰν γὰρ ζητήσῃς αὐτήν, φησίν, ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις· θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνεὶς ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν πλησίον· τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνῳ κτηθέντος τὸ δεύτερον ἔλαττον ὂν ἀπονώτερον ἕπεται τῷ πρώτῳ· ἐκείνου δὲ μὴ παρόντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθα ρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης διανοίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπης, ἐκείνῳ μὴ πληρῶν τὴν ἀγάπην δι' ὃν ἐπιμελεῖται ταύτης; τὸν γὰρ οὕτως ἔχοντα καὶ μὴ τὴν ψυχὴν ὅλην ἀποδόντα τῷ θεῷ μηδὲ πρὸς τὴν ἐκείνου κε κοινωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελί ζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπι τάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν, νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν καὶ τῦφον ἀπ' αὐτῆς τῆς 8,1.73 εἰς τοὺς ὁμοδούλους διακονίας καὶ πείθων αὐτὸν ὡς ἐπλή ρωσε τὰς ἐντολὰς τοῦ κυρίου καὶ ἔσται μέγας ἐν οὐρανοῖς· οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν κρίσιν, ἀλλὰ μὴ αὐτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ ἐπαινέτην τῆς αὑτοῦ γίνεσθαι πολιτείας· εἰ γὰρ αὐτὸς γένοιτο κριτὴς τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὸν μισθὸν ἐκεῖθεν ἕξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτῷ τοῖς ἐπαίνοις καὶ τῇ οἰήσει ἀποπληρώσας. δεῖ γὰρ κατὰ τὸ λόγιον Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι· Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος ἀλλ' ὃν ὁ κύριος συνίστησιν· ὁ δὲ μὴ παρὰ τοῦ κυρίου τὴν σύστασιν ἀναμένων, ἀλλὰ φθάνων τὴν ἐκείνου κρίσιν, εἰς τὰς ἀν θρωπίνας ἐκπίπτει δόξας, τιμὴν ἑαυτῷ τὴν παρὰ τῶν ἀδελφῶν ἐκ τῶν ἰδίων πόνων πραγματευόμενος καὶ ποιῶν τὰ τῶν ἀπίστων· ἄπιστος γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων τιμάς, ὡς αὐτός πού φησιν ὁ κύριος· Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρ' ἀλλήλων λαμ βάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 8,1.74 Τίσιν οὖν ἐοικέναι μοι δοκοῦσιν; ἢ τοῖς [τὸ] τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἐκτὸς περικαθαίρουσιν, ἐντὸς δὲ μεστοῖς παντοίας οὖσι κακίας; ὁρᾶτε οὖν μή τι πάθητε τοιοῦτον, ἀλλὰ ἄνω† δόντες τὰς ψυχὰς καὶ μίαν ἔχοντες φροντίδα τοῦ ἀρέσαι τῷ κυρίῳ καὶ μηδέποτε τῆς τῶν οὐρανίων ἐκπίπτειν μνήμης μηδὲ δέξασθαι τὰς τοῦ βίου τούτου τιμάς, οὕτω τρέχετε κρύπτοντες τῷ λόγῳ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας, ὅπως μὴ καιρὸν εὑρὼν ὁ τὰς ἐκ τῆς γῆς τιμὰς ὑποβάλλων καὶ ἐντεῦθεν ἁρπάσας ὑμῶν τὸν νοῦν ἐκ τῆς τῶν ἀληθινῶν ἀσχολίας ἐπὶ τὰ μάταια καὶ πλάνης μεστὰ καταβάλῃ· μὴ εὑρὼν δὲ καιρὸν ὅλως μηδὲ παρείσδυσιν εἰς τὸ δελεάσαι τοὺς ἄνω ταῖς ψυχαῖς διατρίβοντας ἀπόλωλε καὶ κεῖται νεκρός· θάνατος γὰρ διαβόλου τὸ ἄπρακτον ἔχειν καὶ ἀνενέργητον τὴν κακίαν. ἀγάπης οὖν ἐν ὑμῖν παρούσης τοῦ θεοῦ ἀνάγκη καὶ τὰ λοιπὰ ταύτῃ συνέπεσθαι· τὸ φιλάδελφον, τὸ πρᾶον, τὸ ἀνυπόκριτον, τὸ περὶ τὰς εὐχὰς διαρκὲς καὶ σπουδαῖον καὶ ἁπλῶς πᾶσαν ἀρετήν. Ὡς οὖν μεγάλου τοῦ κτήματος ὄντος μεγάλων καὶ 8,1.75 πόνων δεῖ περὶ τὴν κτῆσιν, οὐ πρὸς ἔνδειξιν ἀνθρώπων γινομένων, ἀλλ' εἰς τὸ ἀρέσαι τῷ κυρίῳ τῷ τὰ κρυπτὰ εἰδότι. πρὸς ὃν δεῖ βλέπειν ἀεὶ καὶ τὸ ἔνδον τῆς ψυχῆς διερευνᾶν καὶ περιφράσσειν τοῖς τῆς εὐσεβείας λογισμοῖς, ὅπως μὴ παρείσδυσιν εὕρῃ τινὰ μηδὲ χώραν ἐπιβουλῆς ὁ ἀντίδικος, γυμνάζειν δὲ καὶ προσάγειν πρὸς τὴν τοῦ καλοῦ καὶ πονηροῦ διάγνωσιν τὰ ἠσθενηκότα τῆς ψυχῆς μέλη· γυμνάζειν δὲ αὐτὰ οἶδεν ὁ τῷ θεῷ ἑπόμενος νοῦς καὶ συνοικίζων ἑαυτῷ πᾶσαν τὴν ψυχὴν πρὸς ἐκεῖνον ἐκ τῆς πρὸς θεὸν ἀγάπης καὶ