1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

ἐκβαλόντα τῶν λογισμῶν ῥᾳθυμίαν τε καὶ ἄδικον ἔννοιαν ὅλην μετὰ τοῦ σώματος ἀποδοῦναι τὴν ψυχὴν ταῖς εὐχαῖς. Καὶ τοὺς προεστῶτας δὲ χρὴ συναντιλαμβάνειν τῷ τοιούτῳ καὶ διὰ πάσης σπουδῆς καὶ νουθεσίας τρέφειν τὴν περὶ τὸ προκείμενον τοῦ εὐχομένου ἐπιθυμίαν καὶ καθαίρειν ἀκριβῶς τὴν τούτου ψυχήν. τῶν γὰρ οὕτως εὐχομένων ὁ καρπὸς τῶν ἀρετῶν τοῖς συνοῦσιν ἐπιδεικνύμενος οὐ τῷ προκόψαντι μόνον, ἀλλὰ καὶ τοῖς ἔτι νηπίοις καὶ δεομένοις διδασκαλίας χρήσιμος γίνεται, παρακαλῶν αὐτοὺς καὶ προτρέπων εἰς μίμησιν ὧν ὁρῶσι. καρπὸς δ' εἰλικρινοῦς εὐχῆς ἁπλότης, ἀγάπη, ταπεινοφροσύνη, καρτερία, ἀκακία καὶ τὰ τοιαῦτα, ἃ πρὸ τῶν αἰωνίων καρπῶν παρὰ τὸν βίον ὁ τοῦ σπουδαίου περὶ τὴν εὐχὴν πόνος ἐνταῦθα βλαστάνει. 8,1.83 τούτοις εὐχὴ καλλωπίζεται τοῖς καρποῖς, ἀποροῦσα δὲ τούτων μάταιον ἔχει τὸν πόνον· καὶ οὐκ εὐχὴ μόνον, ἀλλὰ καὶ πᾶσα φιλοσοφίας ὁδὸς τοιαύτην μὲν ἔχουσα τὴν βλάστην δικαιοσύνης ὄντως ἐστὶν ὁδὸς καὶ πρὸς ὀρθὸν ἄγει τὸ τέλος, τούτων δὲ ἐστερημένη κενὸν ὄνομα κατα λείπεται καὶ ταῖς μωραῖς ἐοικὸς παρθένοις αἷς παρὰ τὸν καιρὸν τῆς χρείας οὐ παρῆν ἐν τῷ νυμφῶνι τὸ ἔλαιον· οὐ γὰρ εἶχον ἐν ταῖς ψυχαῖς τὸ φῶς, τὸν τῆς ἀρετῆς καρ πόν, οὐδὲ τὸν τοῦ πνεύματος ἐν τῇ διανοίᾳ λύχνον· ὅθεν καὶ μωρὰς εἰκότως ὠνόμασεν ἡ γραφή, σβεσθείσης αὐτῶν τῆς ἀρετῆς πρὶν ἐλθεῖν τὸν νυμφίον, καὶ διὰ τοῦτο τοῦ ἄνω νυμφῶνος τὰς ἀθλίας ἀπέκλεισεν· οὐ γὰρ ἐλογίσατο αὐταῖς τὴν σπουδὴν τῆς παρθενίας τῷ μὴ παρεῖναι τὴν τοῦ πνεύματος ἐνέργειαν, καὶ πάνυ δικαίως. τί γὰρ ὄφελος ἀμπέλου πεπονημένης καρπῶν μὴ παρόντων, ὧν ἕνεκεν ὑπέμεινε τὸν πόνον ὁ γεωργός; τί δὲ κέρδος νηστείας καὶ προσευχῆς καὶ ἀγρυπνίας, εἰρήνης ἀπούσης καὶ χαρᾶς καὶ ἀγάπης καὶ τῶν λοιπῶν τῆς τοῦ πνεύματος χάριτος καρ 8,1.84 πῶν, οὓς ὁ ἅγιος ἀπαριθμεῖται ἀπόστολος; πάντα γὰρ ὑφίσταται πόνον τούτων ἕνεκεν ὁ τῆς ἄνω χαρᾶς ἐραστής, δι' ὧν ἐφέλκεται τὸ πνεῦμα, καὶ τῆς ἐκεῖθεν μεταλαμβάνων χάριτος καρποφορεῖ καὶ ἀπολαύει μετ' εὐφροσύνης τῆς γεωργίας, ἣν ἐν τῇ ἑαυτοῦ ταπεινοφροσύνῃ καὶ ἐπιμελείᾳ τῶν ἔργων ἡ τοῦ πνεύματος ἐγεώργησε χάρις.

∆εῖ οὖν τοὺς μὲν πόνους τῆς εὐχῆς καὶ νηστείας καὶ τῶν λοιπῶν ἔργων μετὰ πολλῆς ἡδονῆς καὶ ἀγάπης καὶ ἐλπίδος ὑφίστασθαι, τὰ δὲ ἄνθη τῶν πόνων καὶ τοὺς καρποὺς τοῦ πνεύματος εἶναι πιστεύειν ἐνεργείας. εἰ γὰρ ἑαυτῷ τις λογίζοιτο ταῦτα καὶ τὸ πᾶν ἀνατιθείη τοῖς πόνοις, ἀντὶ τῶν ἀκηράτων ἐκείνων καρπῶν ἀλαζονεία τῷ τοιούτῳ καὶ φρόνημα φύεται, ταῦτα δὲ τὰ πάθη καθάπερ τις σηπεδὼν ταῖς τῶν εὐκόλων ψυχαῖς ἐμφυόμενα δια-φθείρει καὶ ἀπολλύει τοὺς πόνους. Τί οὖν χρὴ ποιεῖν τὸν τῷ θεῷ καὶ τῇ ἐκείνου ζῶντα ἐλπίδι; τοὺς μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας μεθ' ἡδονῆς ὑπομένειν, τὴν [δὲ] λύτρωσιν τῆς ψυχῆς ἐκ τῶν παθῶν καὶ τὴν πρὸς τὸ ἀκρότατον τῶν ἀρετῶν ἄνοδον, τῆς <δὲ> τελειότητος ἐπ' ἐκείνῳ παρίστασθαι τὴν ἐλπίδα καὶ τῇ παρ' ἐκείνου φιλανθρωπίᾳ πιστεύειν· οὕτω γὰρ 8,1.85 παρασκευασάμενος καὶ ἀπολαύσας τῆς ᾧ πεπίστευκε χάριτος ἀπόνως τρέχει καταφρονῶν τῆς τοῦ ἐχθροῦ κακίας ἅτε δὴ ξένος ἐκείνου καὶ λελυτρωμένος τῶν παθῶν αὐτοῦ τῇ τοῦ Χριστοῦ χάριτι· ὥσπερ γὰρ οἱ τὰ πονηρὰ πάθη διὰ τῆς τῶν καλῶν ῥᾳθυμίας τῇ ἑαυτῶν ἐπεισάγοντες φύσει καὶ διατρίβοντες ἐν αὐτοῖς μετὰ χαρᾶς ἐπιτελοῦσι ῥᾳδίως ὥσπερ τινὰ ἔμφυτον ἡδονὴν καὶ οἰκείαν καρπούμενοι πλεονεξίαν καὶ τὸν φθόνον καὶ τὴν πορνείαν καὶ τὰ λοιπὰ μέρη τῆς ἀντικειμένης κακίας, οὕτως οἱ τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας ἐργάται διά τε τῆς πίστεως καὶ τῶν τῆς ἀρετῆς πόνων τὰ ὑπὲρ τὴν φύσιν αὐτῶν ἀγαθὰ παρὰ τῆς τοῦ πνεύματος δεχόμενοι χάριτος μεθ' ἡδονῆς ἀρρήτου καρποῦνται καὶ ἀπόνως ἐπιτελοῦσι τὴν ἄδολον καὶ ἄτρεπτον ἀγάπην, τὴν ἀκίνητον πίστιν, τὴν ἀμετάπτωτον εἰρήνην, τὴν ὄντως ἀγαθότητα τά τε λοιπὰ πάντα, δι' ὧν ἡ ψυχὴ κρείττων ἑαυτῆς γινομένη καὶ τῆς τοῦ ἐχθροῦ δυνατωτέρα κακίας οἰκητήριον καθαρὸν ἑαυτὴν παρέχει τῷ προσκυνη-τῷ καὶ ἁγίῳ πνεύματι, παρ' οὗ τὴν ἀθάνατον τοῦ Χριστοῦ λαβοῦσα