1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

εἰρήνην συνάπτεται δι' αὐτῆς καὶ προσκολλᾶται τῷ κυρίῳ. λαβοῦσα δὲ τὴν τοῦ πνεύματος χάριν καὶ κολ-ληθεῖσα τῷ κυρίῳ καὶ εἰς ἓν πνεῦμα μετ' αὐτοῦ γενομένη οὐ μόνον τὰ τῆς οἰκείας ἀρετῆς ἔργα ῥᾳδίως ἐπιτελεῖ μηδὲν ἀγωνιζομένη πρὸς τὸν ἐχθρὸν τῷ κρείττων τῆς ἐκεί-νου τυγχάνειν ἐπιβουλῆς, ἀλλὰ τὸ πάντων μεῖζον, τὰ τοῦ 8,1.86 σωτῆρος εἰς ἑαυτὴν ἀναδέχεται πάθη καὶ ἐντρυφᾷ τούτοις πλέον ἢ οἱ ἐρασταὶ τοῦ βίου τούτου ταῖς παρὰ τῶν ἀνθρώ-πων τιμαῖς καὶ δόξαις καὶ δυναστείαις.

Χριστιανῷ γὰρ διὰ πολιτείας ἀγαθῆς καὶ τῆς τοῦ πνεύματος δωρεᾶς εἰς τὸ τῆς νοητῆς ἡλικίας μέτρον τῆς δεδομένης αὐτῷ χάριτος προελθόντι δόξα καὶ τρυφὴ καὶ πάσης ἡδονῆς κρείττων ἀπόλαυσις τὸ μισεῖσθαι διὰ Χριστόν, τὸ ἐλαύνεσθαι, τὸ πᾶσαν ὕβριν καὶ αἰσχύνην ὑπὲρ τῆς εἰς θεὸν πίστεως ὑπομένειν· τῆς γὰρ ἐλπίδος ὅλης οὔσης τῷ τοιούτῳ πρὸς τῇ ἀναστάσει καὶ τοῖς μέλλουσιν ἀγαθοῖς ὕβρις πᾶσα καὶ μάστιγες καὶ διωγμοὶ καὶ τὰ λοιπὰ πάθη μέχρι τοῦ σταυροῦ <πάντα> τρυφὴ καὶ ἀνάπαυσις καὶ τῶν οὐρανίων ἐνέχυρα θησαυρῶν· Μακάριοι γὰρ ἐστέ, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι πάντες οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ ὁ ἀπόστολος· Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι· καὶ ἀλλαχοῦ· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· καὶ πάλιν· Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ· αὕτη γὰρ ἡ χάρις τοῦ ἁγίου πνεύματος ὅλην κατασχοῦσα τὴν ψυχὴν καὶ πληρώσασα τὸ οἰκητήριον εὐφροσύνης τε καὶ δυνάμεως γλυκέα ποιεῖ τῇ ψυχῇ τὰ τοῦ κυρίου παθή 8,1.87 ματα τῇ τῶν μελλόντων ἐλπίδι τῆς παρούσης ὀδύνης ἀφαιροῦσα τὴν αἴσθησιν. Ὡς οὖν οὕτως ἐφ' ὑψηλὴν δύναμιν καὶ δόξαν μέλλοντες ἀνιέναι τῇ συνεργίᾳ τοῦ πνεύματος οὕτω πολιτεύεσθε πάντα πόνον καὶ ἀγῶνα μετὰ χαρᾶς ὑφιστάμενοι πρὸς τὸ ἄξιοι φανῆναι τῆς ἐν ὑμῖν ἐπιδημίας τοῦ πνεύματος καὶ τῆς μετὰ τοῦ Χριστοῦ κληρονομίας, μηδαμοῦ χαυνούμενοι μηδὲ ἐκλυόμενοι ὑπὸ ῥᾳθυμίας πρὸς τὸ μήτε αὐτοὶ πεσεῖν μήτε τοῖς ἄλλοις αἴτιοι τοῦ ἁμαρτάνειν γενέσθαι· εἰ δέ τινες μήπω τὸν τῆς ἄκρας εὐχῆς ἔχοντες τόνον μηδὲ τὴν ὀφειλομέ-νην τῷ πράγματι σπουδήν τε καὶ δύναμιν ἀπολιμπάνονται ταύτης τῆς ἀρετῆς, ἐν τοῖς ἄλλοις πληρούτωσαν τὴν ὑπακοὴν κατὰ δύναμιν, διακονοῦντες προθύμως, ἐργαζό-μενοι σπουδαίως, θεραπεύοντες μεθ' ἡδονῆς, μὴ ἐπὶ μισθῷ τιμῆς μηδὲ τῆς ἀνθρωπίνης δόξης ἕνεκα μηδὲ ἐνδιδόντες ὑπὸ μαλακίας ἢ ῥᾳθυμίας τοῖς πόνοις μηδὲ ὡς ἀλλοτρίοις σώμασι καὶ ψυχαῖς ὑπηρετούμενοι, ἀλλ' ὡς Χριστοῦ δούλοις, ὡς ἡμετέροις σπλάγχοις, ἵνα καθαρὸν ὑμῶν τὸ ἔργον καὶ ἄδολον ἀποφανθῇ τῷ κυρίῳ. προφασιζέσθω δὲ μηδεὶς πρὸς καλῶν ἔργων σπουδὴν ὡς ἀδύνατος ἐπιτελεῖν τὰ σῴζοντα τὴν ψυχήν· οὐδὲν γὰρ ὁ θεὸς ἀδύνατον ἐπιτάττει τοῖς δούλοις ἀλλ' οὕτως ἐκκεχυμένην καὶ πλουσίαν 8,1.88 πρὸς ἅπαντας ἔδειξε τὴν <ἀγάπην καὶ> ἀγαθότητα τῆς θεότητος τῆς ἑαυτοῦ, ὡς ἑκάστῳ κατὰ τὸ θέλημα παρα-σχεῖν τὸ πράττειν τι δύνασθαι ἀγαθὸν καὶ μηδένα τῶν σπουδὴν ἐχόντων σωθῆναι διαμαρτεῖν τοῦ δύνασθαι· Ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Τί τῆς ἐντολῆς ταύτης δυνατώτερον; ψυχρῷ ποτηρίῳ μισθὸς ἐπουράνιος ἕπεται. καί μοι σκόπει τῆς φιλανθρωπίας τὸ ἄμετρον· Ἐφ' ὅσον ἑνὶ τούτων ἐποιήσατέ φησιν, ἐμοὶ ἐποιήσατε. τὸ μὲν ἐπίταγμα μικρόν, τὸ δὲ τῆς ὑπακοῆς κέρδος πολὺ καὶ παρὰ θεῷ πλουσίως ἀνταποδιδόμενον· ὥστε οὐδὲν ὑπὲρ δύναμιν ἀπαιτεῖ, ἀλλὰ κἂν μικρὸν κἂν μέγα ποιῇς, ἕπεταί σοι κατὰ τὴν προαίρεσιν ὁ μισθός. ἐὰν μὲν γὰρ εἰς ὄνομα καὶ φόβον θεοῦ, λαμπρὰ καὶ ἀναφαί-ρετος ἦλθεν ἡ δωρεά· ἐὰν δὲ εἰς ἐπίδειξιν <καὶ δόξαν ἀνθρώπων>, ἄκουσον ὀμνύντος αὐτοῦ τοῦ κυρίου· Ἀμὴν 8,1.89