1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

τῶν αἰσθήσεων εὐόλισθον (ὡς πέντε καθεστωσῶν), τὸ τῆς πέμπτης ὄνομα ὑπαινίσσεται. Ἡ ἑβδόμη δὲ, καὶ κατὰ τὸν Σολομῶντα τὸν εἰς ἑαυτὸν ἑβδοματικῶς ἀνακυκλούμενον τῆς κάτω λήξεως αἰῶνα ἐμφαίνειν ἐπίσταται. Ἥ γε μὴν δεκάτη τοῦ ἐντὸς ἀνθρώπου τὴν τῶν αἰσθήσεων κάθαρσιν πρὸς τὰ ἔξωθεν ἀνηγμένου ὑποδείκνυσιν· ὥστε τὸν τοῦ νοῦ ὀφθαλμὸν ἁπλοῦν τε καὶ διαυγῆ ὑπάρχειν, ἵνα ὅλον τὸ σῶμα φωτεινὸν ἔσται, ὥς φησι τὸ ἅγιον Εὐαγγέλιον· ἥ τε τῆς ψυχῆς ἀκοὴ τῆς θείας πληροῦ ται ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, ἣν ἀκουτισθῆναι καὶ ∆αβὶδ ὁ μέγας ἐπεύχεται· τὴν δὲ γευστικὴν αὐ τῆς δύναμιν ἐν τῇ τοῦ Κυρίου ἐγγεγυμνᾶσθαι χρηστότητι, ὡς ὁ ψάλλων ἐν προφήταις ἀναφθέγγεται, καὶ ἐν ἀντιλήψει τῆς τοῦ Χριστοῦ εὐωδίας, ἣν ὁ θεῖος Παῦλος ἀπέπνεε, τὴν ὀσφραντικὴν ἕξιν καθίστασθαι· καὶ ταῖς ἔσω τῆς διακρίσεως χερσὶ ψηλαφᾷν τὸν λό γον τῆς ζωῆς, ὡς ὁ τῆς βροντῆς υἱὸς διηγόρευσεν. Ἡ γὰρ ἐν τούτοις τῶν νοητῶν αἰσθήσεων γυμνασία, ἐν τῇ τῶν ἐναντίων τούτοις ἀποχῇ τε καὶ ἀλλοτριώσει τὴν ἐπαινουμένην παρὰ Θεοῦ νηστείαν ἀπεργάζεσθαι πέφυκεν· οὕτω τε κατορθοῦν ἡμᾶς περιγίνεται τὸ τῇ 46.1156 κακίᾳ μὲν νηπιάζειν, τῆς κατὰ Θεὸν δὲ φρονήσεως ἐν τελειότητι γίνεσθαι.

Οὕτως ἡμᾶς ἄρδουσα ἡ τῶν ἀποστολικῶν τε καὶ προφητικῶν διδαγμάτων ἐκ τῶν κρουνῶν τοῦ Πνεύμα τος συῤῥέουσα μεγαλόνοια, καὶ τὸν τοῦ Θεοῦ ποταμὸν τῶν μυστικῶν ὑδάτων πληρώσασα, τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, τὴν ταῖς ὑπερκοσμίοις συγκροτουμέ νην δυνάμεσι, τοῖς τοῦ ποταμοῦ τούτου ὁρμήμασιν εὐφραίνειν ἐπίσταται, ὡς τῆς ψαλμῳδίας βοώσης ἠκούσαμεν. Καὶ γὰρ ἡ τῶν ἄνω πνευμάτων ἁγία ὁμήγυρις τῇ τῶν ἀνθρώπων σωτηρίᾳ λίαν ἐφήδεται. Οὕτω γὰρ κοινῇ πανηγυρίζειν σὺν τοῖς ἐπιγείοις τὰ οὐράνια εἴωθεν, τὴν ἀγγελοπρεπῆ πολιτείαν τῶν ἐπὶ γῆς ἀσπαζομένων. Ὅ τε γὰρ ὁ Θεὸς ἡμῶν οὗτος, ὃν προδεικτικῶς ὁ προφήτης διήγγειλεν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ τὴν ἄνω μα καριότητα ἐπὶ γῆς φυτευομένην ἐθεάσαντο ἄγγελοι, ∆όξα ἐν ὑψίστοις Θεῷ, ἀνεφθέγγοντο, καὶ ἐπὶ γῆς εἰρήνην εὐηγγελίζοντο (θείας εὐδοκίας ἐν ἀνθρώποις γεγενημένης)· οὕτω τε τῆς θείας λειτουργίας ἐξαίρε τον καὶ ὄντως καθαρόν τε καὶ μονότροπον αὐχοῦντες οἱ τῶν ἁγίων ἀγγέλων μακάριοι θίασοι, τῆς ἀληθοῦς ἁγιότητος ἐν ἡμῖν ὁρῶντες τοὺς χαρακτῆρας, οὐκ ἀπο βλήτους ποιήσονται κοινωνοὺς τῆς ἀκηράτου εὐφροσύνης συμπαραλήψεσθαι· καθάπερ τὸν ῥυπώσῃ ἐστο λισμένον ἐσθῆτι ἀπόκριτον τοῦ θείου γάμου ὁ τῆς εὐαγγελικῆς παραβολῆς ἐποιήσατο λόγος. Καὶ γὰρ ὅτε κατὰ τὸν ἀρχέτυπον καιρὸν (ὡς ἄν τις εἴποι) τῆς παρούσης ἑορτῆς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ μορφὴν δούλου ἑλόμενος, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, τὴν νομικὴν πληρῶν διαγόρευσιν τεσσαρά κοντα ἡμερῶν ὑπάρχων βρέφος, ὁ ἀΐδιος Λόγος ἐπὶ τὸν ναὸν ἐχώρει σὺν τῇ τεκούσῃ, καὶ τῇ καταλλήλῳ τῆς διατεταγμένης θυσίας διαγωγῇ, αἱ τῶν ἀσωμάτων ταξιαρχίαι δουλικῶς τὸν αὐχένα ὑποκλίνουσαι, ἐκ τοῦ ἀοράτου θεοπρεπῆ τὴν προπομπὴν ἡτοιμάζοντο, καὶ τὸ τῆς ἀῤῥήτου σοφίας ἐξεθείαζον πέλαγος· καὶ τὴν περαίωσιν τῆς προχειροτέρας τοῦ νομικοῦ γράμμα τος διατάξεως, φανέρωσιν τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι ἐξεδέχοντο· οὗ τινος ἡμεῖς τὴν ἀνάμνησιν ἑορτάζοντες σήμερον, πνευματικαῖς θεωρίαις κατὰ τοὺς ἀσωμάτους νόας τρυφήσωμεν, καὶ τῶν θείων θαυμασίων τὸ μεγαλεῖον δοξάζοντες, κοινωνοὶ τῆς ἐκείνων ἀξίας ἐσόμεθα· οὐ τῇ νομικῇ σκιᾷ τὸ ὄμμα τῆς ψυχῆς ἀμαυρούμενοι, ἀλλὰ τὸ δὴ λεγόμενον τῷ σοφωτάτῳ Παύλῳ, ἀνακε καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Τοῦ γὰρ Νόμου λέγοντος, πᾶν ἀρσενικὸν διανοῖγον μήτραν ἁγιάζεσθαι, δεῖν δὲ τὴν ἀρτιτόκον γυναῖκα ἄρσενος παιδὸς γενομένην μητέρα, τεσσαρά κοντα ἡμερῶν μετὰ τὸ τεκεῖν καθηραμένην διαστή 46.1157 ματι, οὕτω μετά τινος εὐκρινῶς διωρισμένης θυσίας ἐπὶ τὸ τοῦ Θεοῦ πορεύεσθαι τέμενος· οἱ μὲν τὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης τῇ καρδίᾳ αὐτῶν περιφέροντες,