1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

ταῖς αὐταῖς κατ' ἐνιαυ τὸν θυσίαις, ἵν' οὕτως εἴπω (αἳ οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι), νηπιοφρόνως τὴν τοιαύτην νομοθεσίαν νομιζέτωσαν πληροῦν. Ἡμῖν δὲ, οἷς ἐν τῇ πρὸς Θεὸν ἐπιστροφῇ τὸ τοιοῦτον περιῄρη ται κάλυμμα, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανερῶσθαι τὸ μέγα τῆς εὐσεβείας πεπιστευκόσι μυστήριον, ἐπαξίως τοῦ θείου τῆς ἀληθείας φωτὸς, τῇ δᾳδουχίᾳ τοῦ Πνεύματος τὸ τῆς παρούσης πανηγύρεως θεω ρητέον μυστήριον, μικρὸν ἄνωθεν προσβαλοῦσι τῷ θεωρήματι, κἀκεῖνό γε μὴν εὐκαίρως προσημηναμένοις· ὅτι κατὰ τὸ τῆς ἐξετάσεως ἀκόλουθον τὸ προτεθὲν τοῦ Νόμου θέσπισμα ἐπὶ μόνῳ τῷ σαρκωθέντι Θεῷ ὡρισμένως τε καὶ ἀνεπισυμβάτως ἑτέρῳ ὁρᾶται πληρούμενον.

Μόνος γὰρ αὐτὸς ἀῤῥήτως συλληφθεὶς, καὶ ἀφράστως κυηθεὶς, μὴ προδιηνοιγμένην τῷ γάμῳ τὴν παρθενικὴν μήτραν ἀνέῳξεν, τὰ σήμαντρα τῆς παρθενίας ἀπαράτρωτα καὶ μετὰ τὴν παράδοξον πρόοδον φυλαξάμενος, καὶ μόνος ἄῤῥην πνευματικῶς εἶναι πεπίστευται μηδὲν τῆς θηλυπρεποῦς ἁμαρτίας ἐπαγόμενος, ὅθεν καὶ ὄντως ἅγιος ἐπαξίως κέκληται· ὥσπερ καὶ Γαβριὴλ τὰ τοῦ ζωοποιοῦ τόκου τῇ Θεοτόκῳ φέρων εὐαγγέλια, οἱονεὶ τὴν περὶ τούτου προδιωρισμένην τε καὶ εἰς αὐτὸν μόνον ὁρῶσαν νομοθεσίαν ἐν ἀναμνήσει ποιούμενος· ∆ιὸ καὶ τὸ γεννώμενον ἅγιον, ἔλεγε, κληθήσεται Υἱὸς Θεοῦ· ὡς κυρίως τῆς τοῦ ἁγίου ἁρμοζούσης ἐπωνυμίας τῷ τὴν παρθένον μήτραν τῇ θείᾳ διανοίξαντι θαυματουργίᾳ. Καὶ ἐπὶ μὲν τῶν ἄλλων πρωτοτόκων, ἅγια ταῦτα κληθήσεσθαι, βεβασανισμένως τῷ βάθει τοῦ Νόμου ἐγκύψασα ἡ εὐαγγελικὴ ἀκρίβεια, διηγόρευσεν, ὡς τῇ τοῦ Θεοῦ ἀφιερώσει τὸ οὕτω καλεῖσθαι κληρωσαμένων· ἐπὶ δὲ τοῦ πρωτοτόκου πάσης κτίσεως, Ἅγιον τὸν γεννώμενον ὁ ἄγγελος εἴρηκεν, ὡς τοῦτο κυρίως ὑπάρχων, καὶ τὴν ὄντως ἁγιότητα ἐν τῇ ἀποπομπῇ τῆς κακίας, καὶ τῇ τοῦ ἀγαθοῦ ἐκλογῇ, ἅμα τῷ γεννηθῆναι, ὥς φησιν ὁ προφήτης, ἐπιδειξάμενος. Ἀλλ' ἐπανακτέον ἐπὶ τὴν θάλασσαν τῆς θεωρίας, ὡς ἡ θεία προστάσσει τῷ νομοθέτῃ φωνὴ, τοῦ Πνεύματος χάριτος, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέλης, τῇ τῶν Γραφῶν λαμπρότητι τοῦ ἐνθέου τῆς Ἐκκλησίας στρατοπέδου προηγουμένης, ἵνα τῇ ῥάβδῳ τῆς δυνάμεως τῇ ἀποστελλομένῃ ἐκ τῆς ἄνω Σιὼν, ὡς Ψάλλων φησὶν, δι' ἧς οἱ ἐχθροὶ κυριεύονται, τὸ τοῦ γράμμα 46.1160 τος περάσαντες πέλαγος, ἔνθα καὶ ἔνθα διῃρημένον ἐν τῇ εὐκρινεῖ διαβάσει τῶν νοημάτων, τὸ Αἰγύπτιον τῶν ἀπειθούντων τῇ χάριτι διαδράσωμεν φρόνημα, συγκλυσθέντων αὐτῶν τῆς ἀληθείας τῷ ῥείθρῳ· οἷς διὰ σπουδῆς ἐστιν, ἐμποδίζειν ἡμῖν τὴν ἐπὶ πνευματικὴν γῆν τῆς ἐπαγγελίας τοῦ Εὐαγγελίου ὁδὸν, ἐθέλειν τε ἐν τῇ σιδηρᾷ καμίνῳ τοῦ γράμματος (ὅπερ ἡ Αἴγυπτος ὠνόμασται) προσμένειν ἡμᾶς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντας, τουτέστι ταῖς σωματι καῖς τοῦ Νόμου παρατηρήσεσιν. Ἔφη τοίνυν τῷ Μωϋσῇ ἐν Αἰγύπτῳ ὁ τῶν ὅλων Θεὸς ἤδη τὴν κατὰ τῶν πρωτοτόκων Αἰγύπτου διορισάμενος, πληγήν· Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἧς τινος θείας νομοθεσίας τὸ συνεπτυγμένον ὥσπερ ἐξαπλώσας ὁ μακάριος Μωϋσῆς ἐν τῇ πρὸς τὸν λαὸν διαλέξει ἀποφαίνεται· Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσέ σοι καὶ τοῖς πατράσι σου· Καὶ δώσω σοι αὐτὴν, ἀφοριεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· καὶ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· πᾶν δὲ διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτὸ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ, τουτέστιν, λύτρα δώσεις ὑπὲρ αὐτοῦ.

Οὕτω γὰρ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ὁ θεῖος σαφηνίζει χρησμὸς, τῷ τῆς ἀρχιερωσύνης ἐπειλημμένῳ διαλεγόμενος· Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς ἃ προσφέρουσι τῷ Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ' ἢ