1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

ὡς τῶν Λευϊτῶν οὐκ ἐχόντων τὸ εἰς ἀντί λυτρον ἰσοστάσιόν τε καὶ ἀξιόδεκτον. Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον ἀναξιωτέρα ἡ διὰ τῆς τοῦ ἀργυρίου προσαγομένη λύτρωσις, ὅσον πᾶσα ἡ ἄλογος καὶ ἀν αίσθητος φύσις τῆς ἀνθρωπίνης οὐσίας ἀτιμοτέρα καθέστηκεν. Πλὴν ἐπείπερ κατὰ τὸν προφήτην τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τὸ ἐκ τούτου ἀκό λουθον βλέπειν οὐ δύνανται· ἆρα δυνήσονται ἀκούειν κ' αὐτοῦ σοφωτάτου διακεκραγότος Μιχαίου; Ἐγὼ μὲν οὐκ οἶμαι. Καὶ γὰρ καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἀκούουσιν· ὅμως ἱκέτω ὁ μακάριος οὗτος προφήτης μεγαλοφώνως ταῦτα βοῶν, καὶ τῷ προφητικῷ προαινισσόμενος πνεύματι τὴν τῶν Ἰουδαϊκῶν πρωτοτόκων ἀποβολὴν, ὁμοίως τῇ τῶν σωματικῶν θυσίων προσαγωγῇ· φησὶ γάρ· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Εἰ καταλήψομαι αὐτὸν ἐν μόσχοις ἐνιαυσιαίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτιῶν μου, Ἀκουέτωσαν οἱ τὴν καρδίαν παχεῖαν ἔχοντες, ὅπερ αὐτῶν ὁ προφήτης περὶ ἡμῶν κατηγόρησεν, ὡς πρωτότοκα ἀσεβείας ὁ μακάριος Μιχαίας τὰ κατὰ σάρκα Ἰσραὴλ πρωτότοκα ἐξωνόμασε. Πῶς οὖν ἅγια ταῦτα ὑπειλήφασιν, ἅπερ προφητικῷ λόγῳ ἀσεβείας πρωτότοκα ὠνομάσθησαν; Λεγέτωσαν ἡμῖν αἱ ὄντως ψελλίζουσαι γλῶσσαι, αἱ μὴ δυνάμε ναι ὀρθολεκτεῖν τὴν ἀλήθειαν, πῶς ὁ προφήτης, ἐν Πνεύματι ἁγίῳ φθεγγόμενος, καρπὸν ἀσεβείας ταῦτα καλεῖν ἀπετόλμησε; Πῶς ὁ περὶ τῆς τούτων λυτρώσεως λόγος τὸ ὁμαλὸν καὶ ἀκόλουθον ἑαυτῷ ἔχων οὐ φαίνεται, ὅσον κατὰ τὸ τοῦ γράμματος πρόχειρον; καίτοιγε τοῦ νόμου παρ' ἡμῖν ἁγίου τε καὶ πνευματικοῦ εἶναι νοουμένου τε καὶ πιστευομέ νου. Ὁρᾶτε τῶν Ἰουδαϊκῶν ἁρμάτων συνδεδεμένους ἄξονας, καθάπερ πάλαι τῶν Αἰγυπτίων τοὺς δίφρους ἐπὶ τῶν Ἐρυθραίων ναμάτων. Ἀλλ' ἐπαφείσθω ἀντὶ ῥάβδου τῇ θαλάσσῃ τοῦ λόγου ἡ τοῦ ἀληθοῦς νομοθέτου καὶ βασιλέως τῆς δόξης Χριστοῦ δύναμις καὶ βοήθεια, καὶ ὁδηγησάτω τὸν λαὸν αὐτοῦ εἰς ὁδὸν εὐ θεῖαν ἀναγωγῆς τε καὶ θεωρίας, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου γνώσεώς τε καὶ ἀληθείας, καὶ ἐπικαλυψάτω τοὺς ἐναντίους τῆς θείας δόξης τὸ ἀπροσμάχητον· ἧστινος πεπλήρωται ἡ σύμπασα γῆ, τοῦ γνῶναι τὸν Κύριον, ὥς φησιν ἡ Γραφὴ, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.

Ἄρτι μὲν τὴν πρωτότοκον τοῦ διαβόλου γονὴν, ἤγουν τὴν ἁμαρτίαν ὁ σαρκωθεὶς Θεὸς ἐνέκρωσέ τε καὶ ἐξηφάνισεν, ἅμα τῷ γεννηθῆναι κατὰ τὴν σάρκα, τὴν κατάκρισιν ἑαυτῷ τῆς κακίας ποιησάμενος, καὶ τὸν παντελῆ ταύτης ἀφανισμὸν ἐν ἑαυτῷ 46.1165 ἐργασάμενος, θρήνων τὰς ἐναντίας δυνάμεις ἐπλήρω σεν, καθάπερ σκεύη τινὰ παρ' αὐτῶν λαβὼν τοὺς ἀπὸ ἀνατολῶν ἐλθόντας Μάγους, καὶ τῇ προσκυνήσει καὶ ἐπιγνώσει τῆς αὐτοῦ δεσποτείας εὔχρηστα σκεύη τῷ ∆εσπότῃ γεγενημένους εἰς συνεργίαν τῆς οἰκοδομῆς τῆς Ἐκκλησίας, τῆς ὄντως θεοτεύκτου σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἄρτι δὲ καθάπερ πηλοῦ καὶ πλινθείας πάλαι τὸν Ἰσραὴλ, οὕτω τοῦ γηΐνου φρονήματος τὸ ἀνθρώπινον γένος ἐν αὑτῷ λυτρωσάμε νος, φυγεῖν μὲν Αἴγυπτον τοῦτο πεποίηκε, τουτέστι τὸ τοῦ θανάτου στυγητὸν καὶ ζοφῶδες φρούριον. Ἁγιάζει δὲ τῷ Θεῷ καὶ Πατρὶοὐ μόνον τὰ τῶν ἀνθρώπων πρωτότοκα, ἀλλ' ἤδη καὶ πᾶν τὸ ἀνθρώπινον φῦλον, διὰ τῆς ἐν αὐτῷ ἀπαρχῆς τοῦ ἡμετέρου φυράματος, τουτέστι τῆς ἐξ ἡμῶν ληφθείσης αὐτῷ σαρ κὸς ἐψυχωμένης νοερῶς, ὅλον ὥσπερ ἀναζυμώσας εἰς ἁγιασμὸν τῆς ἀνθρωπίνης οὐσίας τὸ σύγκριμα. Εἰ γὰρ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα, φήσαιμι ἂν νῦν εἰκότως κἀγὼ κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ καθάπερ πάλαι τὴν ἱερατεύειν λαχοῦσαν φυλὴν ἀντὶ τῆς τῶν πρωτοτόκων ἀπαρχῆς ὁ νομοθέτης λόγος τυπικῶς τῷ Θεῷ προσηγάγετο· οὕτω νῦν ἐν τῷ λαμπρῷ χαρακτῆρι τῆς ἀληθείας τὸν ἀρχιερέα καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, τὸν ὅσιόν τε καὶ ἄκακον καὶ ἀμίαντον, καὶ παντὸς ἁμαρτωλοῦ κεχωρισμένον ῥύπου τε καὶ φρονήματος, τῷ Θεῷ καὶ Πατρὶ σωματικῶς