1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

καὶ ἀξία καὶ τὰ λοιπὰ ἅπαντα; Ἀλλ' ἵνα μὴ τὰ καθ' ἕκαστον διεξιόντες, καθάπερ νεκρῶν συνεχεῖ ἐπαφῇ τε καὶ θεωρίᾳ τὸ ὄμμα τῆς ψυχῆς δειδιξώμεθα, ἐκείνους μὲν ἐάσωμεν τεθνηκότας παρὰ 46.1169 τὸ ὕδωρ τοῦ νομικοῦ γράμματος· ἡμεῖς δὲ τῷ φιλανθρώπῳ Θεῷ τὸν ἐπινίκιον ὕμνον ᾄσωμεν, καὶ τῇ ὄντως οὐρανίῳ τραφέντες τροφῇ, καὶ τῷ ἐκ τῆς ἀληθινῆς πέτρας νάματι ποτισθέντες, ἔλθωμεν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· τουτέστι, τὴν ὑψηλὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἵνα τῇ φωνῇ τῶν θείων σαλπίγγων, τοῖς ῥήμασι τοῦ μακαρίου Λουκᾶ τὴν ἔσω ἀκοὴν προσβάλωμεν, καθάπερ ἐξ ἁγίων ἀδύτων βοῶντος τῆς μυσταγωγίας τοῦ Πνεύματος· Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμω Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται· καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυ γόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεὼν, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνα τον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου ἐν σαρκὶ, καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν. Τί ἐστι, Προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ; Τουτ έστιν, ἀναμένων τὴν φανέρωσιν τῆς ἀληθείας, καὶ τὴν πρὸς ταύτην τοῦ Ἰσραηλίτου λαοῦ ἀπὸ τῆς νομικῆς σκιᾶς μεταχώρησιν· ἐπὶ τῷ ἀφεθέντα τοῦ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι τῷ τῆς ἀληθείας στοι χειοῦσθαι διδασκαλείῳ, καὶ τῇ κατ' αὐτὴν καταρτίζεσθαι τελειότητι. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, ὡς ἐν δυσπαθείᾳ ὄντων τῶν Ἰουδαίων, καὶ ἐν αἰχμαλωσίᾳ τινὶ κατεχομένων, τὴν τούτων ἀνάκτησιν καὶ πρὸς τὸ εὔθυμον καὶ ἀρχαῖον ἐπάνοδον ἐξεδέχετο· πάσης αὐ τοῖς τῆς παλαιᾶς συνηθείας εὐνομουμένης, καὶ τοῦ ναοῦ ἑστῶτος, καὶ τῶν ἐν αὐτῷ θυσιῶν προσαγομένων, καὶ πάσης ἑτέρας ἰδιωτικῆς τῷ γένει αὐτῶν ὑπαρχούσης πολιτείας πεφυλαγμένης.

Εἰ δὲ τὸ ὑπὸ Ῥωμαίους αὐτοὺς εἶναι προβάλλεται, καὶ τὸ καθεστάναι τὸν Ἡρώδην βασιλέα τῆς Ἰουδαίας ἀλλόφυλον τὸ γένος ὑπάρχοντα· γινωσκέτω ὁ τοιοῦτος, ὡς οὐδὲν παρὰ τοῦτο ἡ κατὰ νόμον πολιτεία παρεβλάπτετο ἐκ τοῦ ὑπὸ ἀλλοεθνοῦς τὸν Ἰσραὴλ βασιλεύεσθαι, ὥστε τὴν περὶ τούτου παράκλησιν τὸν δίκαιον πρεσβύτην ἐκδέχεσθαι. Καὶ γὰρ διαφόρως συμβέβηκε, καθάπερ τινὰ στασιώδη υἱὸν ὑπὸ τοῦ πατρὸς αὐστηρῷ τινι παιδαγωγῷ πρὸς σωφρονισμὸν παραδοθῆναι, οὕτω τὸν Ἰσραὴλ πολλάκις ὑπὸ βασιλείαν γενέσθαι ἀλλόφυλον. Καὶ δηλοῖ ἡ ἐν Αἰγύπτῳ τοῦ λαοῦ ἐπὶ πλεῖστον ὅσον διατριβὴ, καὶ ὁ προφήτης Ἱερεμίας ἐν τοῖς χρόνοις Σεδεκίου τοῦ βασιλέως ἐκ θείου προστάγματος πρὸς αὐτόν τε καὶ τὸν ὑπ' αὐτοῦ λαὸν διαλεγόμενος, ὑπὸ τὸ σκῆπτρον τοῦ Ναβουχοδονόσωρ γενέσθαι, καὶ προσχωρῆσαι τοῖς Χαλδαίοις.

46.1172 Οὐ μόνον δὲ τούτους ἀξίους καθεστῶτας πληκτικωτέρας διαγωγῆς, ἀλλοφύλῳ σκήπτρῳ ὑποτετάχθαι οὐκ ἦν ἀπεικός· ἀλλ' ἤδη καὶ τῶν δικαίων τινὰς, καὶ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, κατὰ Παῦλον εἰπεῖν, οὐκ ἄρχοντας, ἀλλ' ἀρχομένους ὑπὸ βαρβάρων καὶ ἀθέων ἀνδρῶν ἡ τοῦ Θεοῦ μακροθυμία παρέδειξεν· ὥστε τὸ τῆς εὐσεβείας αὐτῶν δόκιμον ἰσχυρῶς διαφανήσεσθαι. Καὶ δείκνυσιν ὅ τε Ἀβραὰμ ἐν Αἰγύπτῳ γενόμενος, καὶ τὴν γυναῖκα ὑπὸ τοῦ Φαραὼ ἀφαιρούμενος, καὶ ἐν παροικίᾳ τὴν ἐπηγγελμένην αὐτῷ γῆν οἰκῶν. Ὡσαύτως τε ὁ τούτου υἱὸς, καὶ ἐκείνου γόνος, τὸν Ἰσαάκ φημι καὶ τὸν Ἰακὼβ, αὖθίς τε ὁ ἐκείνου σωφρονέστατος παῖς Ἰωσὴφ, δοῦλος γενόμενος, καὶ τὸ δεσμωτήριον οἰκεῖν καταδικαζόμενος. Οὐκοῦν οὐ τὴν εἰς κοσμικὴν εὐδοξίαν τε καὶ μεγαλαυχίαν παρά κλησιν τοῦ Ἰσραὴλ ὁ σοφὸς Συμεὼν ἐξεδέχετο· ἀλλὰ τὴν ὄντως ἀληθῆ, τὴν εἰς τὸ τῆς ἀληθείας κάλλος μετάθεσιν. Χρηματισθέντος γὰρ αὐτῷ πρὸ τῆς τοῦ βίου μεταλλαγῆς ἰδεῖν τὸν Χριστὸν Κυρίου συνανα φανήσεσθαι, πνευματικῶς τὴν τοῦ λαοῦ παράκλησιν ἐξεδέχετο. Ἦλθεν οὖν