1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

τῆς διανοίας ἐνθέμενοι διὰ τῆς παρούσης ὑποθέσεως ἐρεύνης, ἴδωμεν τί καὶ αὕτη διελέγετο τοῖς τὴν λύτρωσιν προσδεχομένοις ἐν Ἱερουσαλήμ.

Κατὰ γὰρ τὸ τῆς ἐννοίας ἀκόλουθον ἐκ τῶν προφητικῶν λόγων, τὴν περὶ τοῦ Κυρίου ἐποιεῖτο διάλεξιν· ἐπεὶ καὶ οὗτοι, πρὸς οὓς ταῦτα λαλεῖν αὐτὴν τὸ Εὐαγγέλιον ἔφησεν, πάντως ἐκ τῶν ἐν τοῖς προφήταις ἐκφερομένων θείων χρησμῶν προσδέχεσθαι λύτρωσιν μεμαθήκασιν. Πάντως αὐτῇ πρόχειρος εἰς ὑπογραφὴν τοῦ μυστηρίου ὁ τοῦ μεγάλου Ἡσαΐου λόγος καθέστηκε· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Καὶ μὴν, Φωτί ζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ ∆αυῒδ ὁ μέγας παρήγετο· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· καὶ, Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Καὶ ἐνδεικτικῶς εἰς αὐτόν· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογη θήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ δουλεύσουσιν αὐτῷ καὶ προσκυνήσουσιν αὐτῷ· καὶ ὅτι Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ τοῖς υἱοῖς Ἰσραήλ. Αὖθίς τε ἡ τιμία καὶ ἀγγελοπρεπὴς τοῦ σοφοῦ Μαλαχίου φωνή· Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ ἑτοιμάσει ὁδὸν πρὸ προσώπου σου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Καὶ ἄλλοις ἄλλοθεν προφητικῶν λογίων μυστικοῖς ἄνθεσι τὸ θεολόγον καὶ μακάριον στέφος ἐπλέξατο, ἀσθενεῖ μὲν ἔτι καὶ ὑποτρόμῳ χειρὶ, ὡς δὴ προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς. Οὐ γάρ που ἐχωρεῖτο τότε τοῖς ἀκούουσιν ἡ τῶν ὑψηλῶν περὶ τοῦ Κυρίου νοημάτων ἀφήγησις, ὅτε καὶ μετὰ τὴν τοσαύτην τῶν σημείων ἐπίδειξιν καὶ τῶν ἐνθέων μυστηρίων ἀνακήρυξιν ὁ τῶν τῆς σοφίας καὶ τῆς γνώσεως θησαυρῶν ταμίας Χριστὸς τοῖς ἑαυτοῦ ἔλεγε μαθηταῖς· Πολλὰ ὑμῖν ἔχω λαλῆσαι, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι.

Ὅμως εἰ καὶ ἀμυδρῶς ἡ γηραλέα καὶ προφῆτις τὸν περὶ τοῦ Κυρίου ἐποιήσατο λόγον, ὡς τοῦ νόμου 46.1180 ἔχουσα πρόσωπον, ὅπερ παλαιωθέν τε καὶ γηράσαν καὶ ἐγγὺς ἀφανισμοῦ γεγονὸς, τῇ Καινῇ ∆ιαθήκῃ παρεχώρησεν· ἀλλ' οὖν οὐκ ἀσυντελὴς ἡ παρ' αὐτῆς διάλεξις τοῖς συνετοῖς ἀκροαταῖς γέγονεν, ὥσπερ οὐδὲ ἡ παρὰ τοῦ νόμου ἐν σκιαῖς καὶ αἰνίγμασι τοῦ μεγάλου μυστηρίου προαναφώνησις. ∆εῦτε οὖν καὶ ὑμεῖς, Πατέρες καὶ ἀδελφοὶ πνευματικοὶ, οἱ ἑορτάζειν δεδιδαγμένοι ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, οἱ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας τὸ τίμιον καὶ ζωοποιὸν Πάσχα τῆς θυσίας Χριστοῦ ἑορτάζειν ὀφείλοντες· οἱ τῇ θείᾳ ἀναγεννήσει τοῦ ἁγίου βαπτίσματος τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης φθειρόμενον, καὶ τὸν νέον ἐνδυσάμενοι, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Εἴπωμεν τὸ, Ὡς φοβερὰ τὰ ἔργα σου, Κύριε! εἰ καὶ ἐν τῷ πλήθει τῆς δυνάμεώς σου οἱ ἐχθροί σου ἐψεύσαντο, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς τοὺς ὀφθαλμοὺς ἀπομύσαντες. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἀνενέγκωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, τῆς τε εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλαθώμεθα· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς ἵνα τὸν ῥύπον τῆς ἁμαρτίας ἀπονιψώμεθα, καὶ ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ πνευματικὴ ἡμῶν νεότης· καθάπερ καὶ τοῦ μακαρίου πρεσβύτου Συμεῶνος, ἵνα καὶ ἡμεῖς εἰρηνικῶς τε καὶ περιχαρῶς ἐν ἀγαθῇ πεποιθήσει καὶ σωτηρίῳ ἐλπίδι πρὸς τὴν τοῦ βίου ἔξοδον δράμωμεν, καὶ μὴ μετ' αἰσχύνης καὶ δέους τὸν παρόντα βίον ὑπεξέλθωμεν, καὶ τρόπον τινὰ μὴ βουλόμενοι, καθάπερ οἱ πονηρὰ ἑαυτοῖς συνεγνωκότες, ἀηδῆ τε καὶ κατεστυγημένην τοῦ βασιλέως τὴν ἐπιστασίαν ἔχουσι.