1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

3

ἀλλοιοῦσθαι κίνη σιν οὐ προσιεμένης· ἐναλλάξασα τὰς ἰδιότητας ἡ τοῦ Θεοῦ σοφία, τῷ μὲν ἀεικινήτῳ τὸ ἄτρεπτον, τῷ δὲ ἀκινήτῳ τὴν τροπὴν ἐνεποίησε, προμηθείᾳ τινὶ τάχα τὸ τοιοῦτον οἰκονομήσασα, ὡς ἂν μὴ τὸ τῆς φύσεως ἴδιον, ὅπερ ἐστὶ τὸ ἄτρεπτόν τε καὶ ἀμετά θετον, ἐπί τινος τῶν κατὰ τὴν κτίσιν βλεπομένων, Θεὸν νομίζεσθαι τὸ κτίσμα ποιήσειεν. Οὐ γὰρ ἔτι θεότητος ὑπόληψιν σχοίη, ὅπερ ἂν κινούμενον ἢ ἀλλοιούμενον τύχῃ. ∆ιὰ τοῦτο ἡ μὲν γῆ στάσιμός ἐστι, καὶ οὐκ ἄτρεπτος· ὁ δὲ οὐρανὸς τοῦ ἐναντίου τὸ τρεπτὸν οὐκ ἔχων, οὐδὲ στάσιμον ἔχει, ἵνα τῇ μὲν φύσει ἑστώσῃ τὴν τροπὴν, τῇ δὲ μὴ τρεπομένῃ τὴν κίνησιν ἡ θεία συμπλέξασα δύναμις, καὶ ἀλλήλαις ἀμφοτέρας τῇ ἐναλλάξει τῶν ἰδιωμάτων προσοι κειώσῃ, καὶ τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἀλλοτριώ 132 σῃ. Οὐδέτερον γὰρ ἂν τούτων, καθὼς εἴρηται, τῆς θειοτέρας φύσεως νομισθείη· οὔτε τὸ ἄστατον, οὔτε τὸ ἀλλοιούμενον. Ἤδη τοίνυν τὰ πάντα πρὸς τὸ ἴδιον ἔφθασε τέλος. Συνετελέσθη γὰρ, καθώς φησι Μωϋ σῆς, ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ διὰ μέσου πάντα, καὶ τῷ καταλλήλῳ κάλλει τὰ καθέκαστον διεκοσμήθη· ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων αὐγαῖς, θάλαττα δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς τε καὶ ἐναερίοις τῶν ζώων, γῆ δὲ ταῖς παντοίαις τῶν φυτῶν τε καὶ βοσκημάτων διαφοραῖς, ἅπερ ἀθρόως ἅπαντα θείῳ βουλήματι δυ ναμωθεῖσα κατὰ ταὐτὸν ἀπεκύησε. Καὶ πλήρης μὲν ἦν τῶν ὡραίων ἡ γῆ, ὁμοῦ τοῖς ἄνθεσι τοὺς καρποὺς ἐκβλαστήσασα· πλήρεις δὲ οἱ λειμῶνες τῶν, ὅσα τοὺς λειμῶνας ἐπέρχεται. Πᾶσαί τε ῥαχίαι καὶ ἀκρώρειαι, καὶ πᾶν ὅσον πλάγιόν τε καὶ ὕπτιον, καὶ ὅσον ἐν κοίλοις, τῇ νεοθαλεῖ πόᾳ καὶ τῇ ποικίλῃ τῶν δένδρων ὥρᾳ κατεστεφάνωτο, ἄρτι μὲν τῆς γῆς ἀνισχόντων, εὐθὺς δὲ πρὸς τὸ τέλειον κάλλος ἀναδραμόντων. Ἐγε γήθει δὲ πάντα κατὰ τὸ εἰκὸς, καὶ διεσκίρτα τὰ τῷ προστάγματι τοῦ Θεοῦ ζωογονηθέντα βοτὰ, κατ' ἀγέλας τε καὶ κατὰ γένη ταῖς λόχμαις ἐνδιαθέοντα. Ταῖς δὲ τῶν μουσικῶν ὀρνίθων ᾠδαῖς ἁπανταχῆ περι ηχεῖτο πᾶν, ὅσον κατηρεφές τε καὶ σύσκιον. Ἥ τε κατὰ θάλατταν ὄψις, ὡς εἰκὸς, ἄλλη τοιαύτη τις ἦν, ἄρτι πρὸς ἡσυχίαν τε καὶ γαλήνην ἐν ταῖς συναγω γαῖς τῶν κοίλων καθισταμένη, καθ' ἣν ὅρμοι καὶ λιμένες θείᾳ βουλήσει ταῖς ἀκταῖς αὐτομάτως ἐγκοι λανθέντες, προσημέρουν τῇ ἠπείρῳ τὴν θάλατταν. Αἵ τε ἠρεμαῖαι τῶν κυμάτων κινήσεις τῷ κάλλει τῶν λειμώνων ἀνθωραΐζοντο, ὑπὸ λεπταῖς καὶ ἀπή μοσιν αὔραις κατ' ἄκραν τὴν ἐπιφάνειαν γλαφυρῶς ἐπιφρίσσουσαι. Καὶ ἅπας ὁ κατὰ τὴν κτίσιν πλοῦ τος, κατὰ γῆν τε καὶ θάλατταν ἕτοιμος ἦν, ἀλλ' ὁ μετέχων οὐκ ἦν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ.

∆ιὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος. Οὔπω γὰρ τὸ μέγα τοῦτο καὶ τίμιον χρῆμα ὁ ἄν θρωπος τῷ κόσμῳ τῶν ὄντων ἐπεχωρίαζεν. Οὐδὲ γὰρ ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆ ναι, ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης, ἀκό λουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα, ἐπειδὴ τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν. Αὕτη δὲ ἦν γῆ τε καὶ νῆσοι, καὶ θάλαττα, καὶ οὐρανὸς ὑπὲρ τούτων ὀρόφου δίκην ἐπικυρτούμενος· πλοῦτος δὲ παντοδαπὸς τοῖς βασιλείοις τούτοις ἐναπετέθη. Πλοῦ τον δὲ λέγω πᾶσαν τὴν κτίσιν, ὅσον ἐν φυτοῖς καὶ βλα στήμασι, καὶ ὅσον αἰσθητικόν τε καὶ ἔμπνουν καὶ ἔμψυ 133 χον. Εἰ δὲ χρὴ καὶ τὰς ὕλας εἰς πλοῦτον καταριθμή σασθαι, ὅσαι διά τινος εὐχροίας τίμιαι τοῖς ἀνθρωπί νοις ὀφθαλμοῖς ἐνομίσθησαν, οἷον χρυσίον τε καὶ ἀρ γύριον, καὶ τῶν λίθων δὴ τούτων ἃς ἀγαπῶσιν οἱ ἄνθρωποι· καὶ τούτων πάντων τὴν ἀφθονίαν καθάπερ τισὶ βασιλικοῖς θησαυροῖς τοῖς τῆς γῆς κόλποις ἐγ κατακρύψας, οὕτως ἀναδείκνυσιν ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον, τῶν ἐν τούτῳ θαυμάτων, τῶν μὲν θεατὴν ἐσόμενον, τῶν δὲ κύριον, ὡς διὰ μὲν τῆς ἀπολαύσεως τὴν σύνεσιν τοῦ χορηγοῦντος ἔχειν, διὰ δὲ τοῦ κάλλους τε καὶ