1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

4

μεγέθους τῶν ὁρωμένων τὴν ἄῤῥητόν τε καὶ ὑπὲρ λόγον τοῦ πεποιηκότος δύναμιν ἀνιχνεύειν. ∆ιὰ ταῦτα τελευταῖος μετὰ τὴν κτίσιν εἰσήχθη ὁ ἄνθρωπος, οὐχ ὡς ἀπόβλητος ἐν ἐσχάτοις ἀποῤῥιφεὶς, ἀλλ' ὡς ἅμα τῇ γενέσει βασιλεὺς εἶναι τῶν ὑποχει ρίων προσήκων. Καὶ ὥσπερ τις ἀγαθὸς ἑστιάτωρ οὐ πρὸ τῆς παρασκευῆς τῶν ἐδωδίμων τὸν ἑστιώμε νον εἰσοικίζεται, ἀλλ' εὐπρεπῆ τὰ πάντα παρασκευά σας, καὶ φαιδρύνας τοῖς καθήκουσι κόσμοις τὸν οἶ κον, τὴν κλισίαν, τὴν τράπεζαν, ἐφ' ἑτοίμοις ἤδη τοῖς πρὸς τὴν τροφὴν ἐπιτηδείοις, ἐφέστιον ποιεῖται τὸν δαιτυμόνα· κατὰ τὸν αὐτὸν τρόπον ὁ πλούσιός τε καὶ πολυτελὴς τῆς φύσεως ἡμῶν ἑστιάτωρ παντοίοις κάλλεσι κατακοσμήσας τὴν οἴκησιν, καὶ τὴν μεγάλην ταύτην καὶ παντοδαπῆ πανδαισίαν ἑτοιμασάμενος, οὕτως εἰσάγει τὸν ἄνθρωπον, ἔργον αὐτῷ δοὺς οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν παρόντων. Καὶ διὰ τοῦτο διπλᾶς αὐτῷ τῆς κατα σκευῆς τὰς ἀφορμὰς καταβάλλεται, τῷ γηΐνῳ τὸ θεῖον ἐγκαταμίξας· ἵνα δι' ἀμφοτέρων συγγενῶς τε καὶ οἰκείως πρὸς ἑκατέραν ἀπόλαυσιν ἔχῃ τοῦ Θεοῦ μὲν διὰ τῆς θειοτέρας φύσεως, τῶν δὲ κατὰ τὴν γῆν ἀγα θῶν διὰ τῆς ὁμογενοῦς αἰσθήσεως ἀπολαύων.

ΚΕΦΑΛΑΙΟΝ Γʹ.

Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις. Ἄξιον

δὲ μηδὲ τοῦτο παριδεῖν ἀθεώρητον, ὅτι τοῦ τηλικούτου κόσμου καὶ τῶν κατ' αὐτὸν μερῶν στοι χειωδῶς πρὸς τὴν τοῦ παντὸς σύστασιν ὑποβληθέν των, ἀποσχεδιάζεταί πως ἡ κτίσις ὑπὸ τῆς θείας δυνάμεως ὁμοῦ τῷ προστάγματι ὑφισταμένη. Τῆς δὲ τοῦ ἀνθρώπου κατασκευῆς βουλὴ προηγεῖται, καὶ προτυποῦται παρὰ τοῦ τεχνιτεύοντος διὰ τῆς τοῦ λόγου γραφῆς τὸ ἐσόμενον, καὶ οἷον εἶναι προσήκει, καὶ πρὸς ποῖον ἀρχέτυπον τὴν ὁμοιότητα φέρειν, καὶ ἐπὶ τίνι γενήσεται, καὶ τί ἐνεργήσει γενόμενον καὶ τίνων ἡγεμονεύσει· πάντα προδιασκοπεῖται ὁ λόγος, ὡς πρεσβυτέραν αὐτὸν τῆς γενέσεως τὴν ἀξίαν λα χεῖν, πρὶν παρελθεῖν εἰς τὸ εἶναι τὴν τῶν ὄντων ἡγε μονίαν κτησάμενον. «Εἶπε» γὰρ, φησὶν, «ὁ Θεὸς, Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θη ρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς.» Ὢ τοῦ θαύματος· ἥλιος κατασκευάζεται, καὶ οὐδεμία προηγεῖται βουλή· οὐρα νὸς ὡσαύτως, ὧν οὐδέν τι τῶν κατὰ τὴν κτίσιν ἴσον ἐστὶ, 136 ῥήματι μόνῳ τὸ τοιοῦτον θαῦμα συνίσταται, οὔτε ὅθεν, οὔτε ὅπως, οὔτε ἄλλο τι τοιοῦτον παρασημηναμένου τοῦ λόγου. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα, αἰθὴρ, ἀστέρες, ὁ διὰ μέσου ἀὴρ, θάλαττα, γῆ, ζῶα, φυτὰ, πάντα λόγῳ πρὸς γένεσιν ἄγεται. Μόνῃ δὲ τῇ τοῦ ἀνθρώπου κατασκευῇ περιεσκεμμένως πρόσεισιν ὁ τοῦ παντὸς ποιητὴς, ὡς καὶ ὕλην αὐτῷ τῆς συστά σεως προετοιμάσαι, καὶ ἀρχετύπῳ τινὶ κάλλει τὴν μορφὴν ὁμοιῶσαι, καὶ προθέντα τὸν σκοπὸν, οὗ χά ριν γενήσεται, κατάλληλον αὐτῷ καὶ οἰκείαν ταῖς ἐνεργείαις δημιουργῆσαι τὴν φύσιν, ἐπιτηδείως πρὸς τὸ προκείμενον ἔχουσαν.

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ.

Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξ ουσίαν ἡ τοῦ ἀνθρώπου

κατασκευή. Καθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄρ γανον· οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδη μιούργησε, τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι παρασκευάσας, οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν. Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐ τόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κε