1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

5

χωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτ εξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμέ νην. Τίνος γὰρ ἄλλον τοῦτο, καὶ οὐχὶ βασιλέως ἐστίν; Καὶ ἔτι πρὸς τούτοις, τὸ τῆς δυναστευούσης τῶν πάν των φύσεως εἰκόνα γενέσθαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες, τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται, καὶ τῇ περιβολῇ τῆς πορ φυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι, καὶ λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν, βασιλεύς· οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων κατεσκευάζετο, διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς ὁμοιότητος, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη, κοινω νοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόμα τος· οὐ πορφυρίδα περικειμένη, οὐδὲ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν), ἀλλ' ἀντὶ μὲν τῆς ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη, ὃ δὴ πάντων βασιλικώτατον ἐσθημάτων ἐστίν· ἀντὶ δὲ τοῦ σκήπ τρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη· ἀντὶ δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στε φάνῳ κεκοσμημένη, ὥστε διὰ πάντων ἐν τῷ τῆς βα σιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν. 137 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος. Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι, καὶ μορφῆς εὐμοιρίᾳ, διά τινος εὐχροίας ἀγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι, τὰς οἰ κείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν ἡμέτερον πλάστην, οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα, ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποι κίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος, δι' ὧν ἡ ἀληθινὴ ἀναζωγραφεῖται μορφὴ, οὐκ ἐρύθρημα καὶ λαμπρό της, καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις, οὐδέ τινος μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλεί φουσα, καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆ ρος ὑποσκιάζουσα, καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες ἐπετεχνήσαντο· ἀλλ' ἀντὶ τούτων καθαρότης, ἀπά θεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστὶ, δι' ὧν μορφοῦται τοῖς ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθε σιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν δι εχάραξε φύσιν.

Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις, δι' ὧν τὸ θεῖον κάλλος χαρακτηρίζεται· εὑρήσεις καὶ πρὸς ἐκεῖνα δι' ἀκριβείας σωζομένην ἐν τῇ καθ' ἡμᾶς εἰκόνι τὴν ὁμοιότητα. Νοῦς καὶ λόγος ἡ θειότης ἐστίν· ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ Παῦλον νοῦν Χριστοῦ ἔχουσι, τὸν ἐν αὐτοῖς λαλοῦντα. Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν σεαυτῷ καὶ τὸν λόγον, καὶ διάνοιαν, μίμημα τοῦ ὄν τως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς, καὶ ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας, ὅτι «Ἀγάπη ἐκ τοῦ Θεοῦ;» καὶ, «Ὁ Θεὸς ἀγάπη ἐστί·» τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπον ὁ τῆς φύσεως πλάστης. «Ἐν τούτῳ» γὰρ, φησὶ, «γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Οὐ κοῦν μὴ παρούσης ταύτης, ἅπας ὁ χαρακτὴρ τῆς εἰ κόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει, καὶ πάντα ἐπακούει τὸ Θεῖον, καὶ πάντα διερευνᾶται. Ἔχεις καὶ σὺ τὴν δι' ὄψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν, καὶ τὴν ζητητικήν τε καὶ διερευνητικὴν τῶν ὄντων διάνοιαν.

ΚΕΦΑΛΑΙΟΝ ςʹ.

Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγε νείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ

τῶν Ἀνομοίων δι ελέγχεται δόγμα. Καί με μηδεὶς οἰέσθω καθ' ὁμοιότητα τῆς ἀνθρω