1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

6

πίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ ἁπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πρα γμάτων δυνάμεις, εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθή 140 σεων τῶν κατὰ ζωὴν ἐφαπτώμεθα. Μία γάρ τίς ἐστι δύναμις, αὐτὸς ὁ ἐγκείμενος νοῦς, ὁ δι' ἑκάστον τῶν αἰσθητηρίων διεξιὼν, καὶ τῶν ὄντων ἐπιδρασσόμενος. Οὗτος θεωρεῖ διὰ τῶν ὀφθαλμῶν τὸ φαινόμενον· οὗ τος συνιεῖ διὰ τῆς ἀκοῆς τὸ λεγόμενον, ἀγαπᾷ τε τὸ κατευθύμιον, καὶ τὸ μὴ καθ' ἡδονὴν ἀποστρέφεται, καὶ τῇ χειρὶ χρῆται πρὸς τὸ ὅ τι βούλεται, κρατῶν δι' αὐτῆς καὶ ἀπωθούμενος ἅπερ ἂν λυσιτελεῖν κρίνῃ, τῇ τοῦ ὀργάνου συνεργίᾳ εἰς τοῦτο συγχρώμενος. Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τύχῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα, ὁ διὰ πάντων ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος, εἷς ἐστι καὶ ὁ αὐτὸς, ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ συν εξαλλάσσων τὴν φύσιν· πῶς ἄν τις ἐπὶ τοῦ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων τὸ πολυμερὲς τῆς οὐσίας κατ οπτεύσειεν; «Ὁ» γὰρ «πλάσας τὸν ὀφθαλμὸν,» καθώς φησιν ὁ Προφήτης, καὶ «ὁ φυτεύσας τὸ οὗς,» πρὸς τὰ ἐν αὐτῷ παραδείγματα τὰς ἐνεργείας ταύτας οἶόν τι νας γνωριστικοὺς χαρακτῆρας τῇ φύσει τῶν ἀνθρώπων ἐνεσημήνατο. «Ποιήσωμεν» γὰρ, φησὶν, «ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν.» Ἀλλὰ ποῦ μοι τῶν Ἀνομοίων ἡ αἵρεσις; τί πρὸς τὴν τοιαύτην ἐροῦσι φωνήν; πῶς διασώσουσιν ἐν τοῖς εἰρημένοις τοῦ δόγματος αὐτῶν τὴν κενότητα; ἆρα δυνατὸν εἶναι φήσουσι, μίαν εἰ κόνα διαφόροις ὁμοιωθῆναι μορφαῖς; Εἰ ἀνόμοιος κατὰ τὴν φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, πῶς μίαν κατα σκευάζει τῶν διαφόρων φύσεων τὴν εἰκόνα; Ὁ γὰρ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡ μετέραν,» εἰπὼν, καὶ διὰ τῆς πληθυντικῆς σημασίας τὴν ἁγίαν Τριάδα δηλώσας, οὐκ ἂν τῆς εἰκόνος μοναδικῶς ἐπεμνήσθη, εἴπερ ἀνομοίως ἔχοι πρὸς ἄλληλα τὰ ἀρχέτυπα. Οὐ γὰρ ἦν δυνατὸν τῶν ἀλλήλοις μὴ συμβαινόντων εἰς ἒν ἀναδειχθῆναι ὁμοίωμα· ἀλλ' εἰ διάφοροι ἦσαν αἱ φύσεις, διαφόρους πάντως καὶ τὰς εἰκόνας αὐτῶν ἐν εστήσατο, τὴν κατάλληλον ἑκάστῃ δημιουργήσας. Ἀλλ' ἐπειδὴ μία μὲν ἡ εἰκὼν, οὐχ ἓν δὲ τὸ τῆς εἰ κόνος ἀρχέτυπον· τίς οὕτως ἔξω διανοίας ἐστὶν ὡς ἀγνοεῖν, ὅτι τὰ τῷ ἑνὶ ὁμοιούμενα, καὶ πρὸς ἄλληλα πάντως ὁμοίως ἔχει; ∆ιὰ τοῦτό φησι, τάχα τὴν κα κίαν ταύτην ἐν τῇ κατασκευῇ τῆς ἀνθρωπίνης ζωῆς ὁ λόγος ὑποτεμνόμενος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.»

ΚΕΦΑΛΑΙΟΝ Ζʹ.

∆ιὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προ καλυμμάτων ὁ ἄνθρωπος.

Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δὲ οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμά των, ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος, καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παρ άγεται, ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαι νόμενον ἄξιος, οὐ προβολαῖς κεράτων καθωπλισμένος, οὐκ ὀνύχων ἀκμαῖς, οὐχ ὁπλαῖς, ἢ ὀδοῦσιν, ἤ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι, οἷα δὴ τὰ 141 πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται· καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον, οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως, ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικου ρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν, καὶ σῦς, καὶ τίγρις, καὶ πάρδαλις, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας, καὶ τῷ λαγωῷ τὸ τάχος, καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς, καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος, καὶ ἑτέροις ἡ προνομαία, καὶ τοῖς πετεινοῖς τὸ πτερὸν, καὶ τῇ μελίσσῃ τὸ κέντρον, καὶ πᾶσι πάν τως ἕν τι εἰς