1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

7

σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε· μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούν των ἀργότερος, τῶν δὲ πολυσαρκούντων βραχύτερος, τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλω τότερος. Καὶ πῶς, ἐρεῖ τις, ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται; Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν δεῖξαι, ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν, ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος, ὡς τῇ μὲν ὠκύτητι παρατρέχειν τὸν ἵππον, ἄτριπτον δὲ ὑπὸ στεῤῥότητος ἔχειν τὸν πόδα, ὁπλαῖς τισιν ἢ χηλαῖς ἐρειδόμενον, κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν ἑαυτῷ φέρειν· πρῶτον μὲν θηριώδης τις ἂν ἦν, καὶ δυσάντητος, τοιούτων αὐτοῦ τῷ σώματι συμ πεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων ἀρχὴν, οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεό μενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπ εζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν, ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν. Τὸ μὲν βραδὺ τοῦ σώματος δυσκίνητον, τὸν ἵππον τῇ χρείᾳ προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν ἐποίησεν, ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμε τέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσ άγεσθαι, τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπ ηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ' ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν, ὑποχείριον τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο, τοῖς ἰδίοις πόνοις τὴν ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν ἄλλων ζώων, διὰ τῆς τῶν ὀδόντων βλάβης, παρέσχεν ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ χρείᾳ, οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενό μενος.

Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀν θρώποις ὁ σίδηρος, οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν, ὥσπερ τοῖς θηρίοις ἐκεῖνα, ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας, τὸ λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδεί λου φωλίδος, ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον ποιήσασθαι, κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ δὲ μὴ, σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης ὁ σίδηρος, ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετή σας, πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν τῶν ὀρνέων, ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας 144 ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ γίνεται, καὶ συνεργεῖ τοῖς θηρεύουσι· τὰ δὲ δι' ἐκεί νων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας ποιησαμένη, τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρί πτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις, ἀναγ καίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖ θεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ.

∆ιὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ

τις καὶ περὶ δια φορᾶς ψυχῶν φιλοσοφία. Ὄρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα, καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνεται, καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ ταῦτα, καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνονται. Τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφορὰν, τῶν τε ὑποκυπτόντων τῇ δυναστείᾳ, καὶ τῆς ὑπερανεστώ σης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσὶ, διότι τὸ κε κυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο. Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν χρείαν μία βάσις, διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν στάσιν ἐρείδουσα. Ἄλλως δὲ