1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

14

βάθος, κἀκεῖθεν πάλιν ἐξωθεῖσθαι παρὰ τῆς φύσεως διὰ τοῦ κατὰ τὸ στόμα πόρου, πάντων τῶν σπλάγχνων, καὶ μάλιστά γε τοῦ ἥπατος, ὤς φασι, διά τινος κλόνου καὶ βρασμώδους κινήσεως τὸ τοιοῦ τον πνεῦμα συνεξωθούντων. Ὅθεν εὐκολίαν τινὰ τῇ διεξόδῳ τοῦ πνεύματος μηχανωμένη ἡ φύσις, ἀνευρύ νει τὸν περὶ τὸ στόμα πόρον, ἑκατέρωθεν περὶ τὸ ἆσθμα τὰς παρειὰς διαστέλλουσα. Ὄνομα δὲ τῷ γινομένῳ γέλως ἐστίν. Οὔτε οὖν διὰ τοῦτο τῷ ἥπατι τὸ ἡγεμονικὸν λογιστέον, οὔτε διὰ τὴν περικάρδιον ζέσιν τοῦ αἵματος ἐν ταῖς θυμικαῖς διαθέσεσιν, ἐν καρδίᾳ νομιστέον εἶναι τοῦ νοῦ τὴν καθίδρυσιν; ἀλλὰ ταῦτα μὲν εἰς τὰς ποιὰς τῶν σωμάτων κατασκευὰς ἀνακτέον. Τὸν δὲ νοῦν ὁμοτίμως ἑκάστῳ τῶν μορίων, κατὰ τὸν ἄφραστον τῆς ἀνακράσεως λόγον ἐφάπτεσθαι νομιστέον. Κἂν τὴν Γραφήν τινες ἡμῖν πρὸς τοῦτο προτείνωνται, τῇ καρδίᾳ τὸ ἡγεμονικὸν μαρτυροῦ σαν, οὐκ ἀνεξετάστως τὸν λόγον δεξόμεθα. Ὁ γὰρ καρδίαν μνησθεὶς, καὶ νεφρῶν ἐμνημόνευσεν, εἰπών· «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός·» ὥστε ἢ ἀμ φοτέροις, ἢ οὐδετέρῳ τὸ νοερὸν κατακλείουσιν. Ἀμ βλύνεσθαι δὲ τὰς νοητικὰς ἐνεργείας, ἢ καὶ παντάπα σιν ἀπρακτεῖν ἐν τῇ ποιᾷ διαθέσει τοῦ σώματος δι 161 δαχθεὶς, οὐχ ἱκανὸν ποιοῦμαι τοῦτο τεκμήριον, τοῦ τόπῳ τινὶ τὴν δύναμιν τοῦ νοῦ περιείργεσθαι, ὡς ταῖς ἐπιγινομέναις τοῖς μέρεσι φλεγμοναῖς τῆς οἰκείας εὐρυχωρίας ἐξειργομένης. Σωματικὴ γὰρ ἡ τοιαύτη δόξα, τὸ μὴ δύνασθαι προκατειλημμένου τοῦ ἀγγείου διά τινος τῶν ἐμβεβλημένων, ἕτερόν τι ἐν αὐτῷ χώραν εὑρεῖν. Ἡ γὰρ νοητὴ φύσις οὔτε ταῖς κενώσεσιν ἐμ φιλοχωρεῖ τῶν σωμάτων, οὔτε τῷ πλεονάζοντι τῆς σαρκὸς ἐξωθεῖται. Ἀλλ' ἐπειδὴ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται, ὥσπερ συμ βαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων, ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην, τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην (τὸ γὰρ ἢ χρόνῳ φθαρὲν, ἢ παρεῤῥηγμένον ἐκ καταπτώσεως, ἢ ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειω μένον, ἄφθογγον μένει καὶ ἀνενέργητον, κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται)· οὕτω καὶ ὁ νοῦς δι' ὅλου τοῦ ὀργάνου διήκων, καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις, καθὸ πέφυκεν, ἑκάστῳ τῶν μερῶν προσαπτόμενος, ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐν ήργησεν, ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνι κὴν αὐτοῦ κίνησιν, ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε. Πέφυκε γάρ πως ὁ νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν, πρὸς δὲ τὸ παρενε χθὲν ἀπὸ ταύτης, ἀλλοτριοῦσθαι. Καί μοι δοκεῖ φυσικώτερον εἶναί τι κατὰ τὸ μέρος τοῦτο θεώρημα, δι' οὗ μαθεῖν ἔστι τι τῶν ἀστειοτέρων δογμάτων.

Ἐπειδὴ γὰρ τὸ κάλλιστον πάντων καὶ ἐξ οχώτατον ἀγαθὸν αὐτὸ τὸ Θεῖόν ἐστι, πρὸς ὃ πάντα νέ νευκεν, ὅσα τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, διὰ τοῦτό φα μεν καὶ τὸν νοῦν, ἅτε κατ' εἰκόνα τοῦ καλλίστου γε νόμενον, ἕως ἂν μετέχῃ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιό τητος, καθόσον ἐνδέχεται, καὶ αὐτὸν ἐν τῷ καλῷ δια μένειν, εἰ δέ πως ἔξω γένοιτο τούτου, γυμνοῦσθαι τοῦ κάλλους ἐν ᾧ ἦν. Ὥσπερ δὲ ἔφαμεν τῇ ὁμοιώσει τοῦ πρωτοτύπου κάλλους κατακοσμεῖσθαι τὸν νοῦν, οἷόν τι κάτοπτρον τῷ χαρακτῆρι τοῦ ἐμφαινομένου μορ φούμενον· κατὰ τὴν αὐτὴν ἀναλογίαν, καὶ τὴν οἰκονο μουμένην ὑπ' αὐτοῦ φύσιν ἔχεσθαι τοῦ νοῦ λογιζόμεθα, καὶ τῷ παρακειμένῳ κάλλει καὶ αὐτὴν κοσμεῖσθαι οἷόν τι κατόπτρου κάτοπτρον γινομένην· κρατεῖσθαι δὲ ὑπὸ ταύτης καὶ συνέχεσθαι τὸ ὑλικὸν τῆς ὑποστάσεως, περὶ ἢν θεωρεῖται ἡ φύσις. Ἕως ἂν οὖν ἔχηται τοῦ ἑτέρου τὸ ἕτερον, διὰ πάντων ἀναλόγως ἡ τοῦ ὄντως κάλλους κοινωνία διέξεισι, διὰ τοῦ ὑπερκειμένου τὸ προσεχὲς καλλωπίζουσα. Ἐπειδὰν δέ τις γένηται τῆς ἀγαθῆς ταύτης συμφυΐας διασπασμὸς, ἢ καὶ πρὸς τὸ ἔμπαλιν, ἀντακολουθῇ τῷ ὑποβεβηκότι τὸ ὑπερέχον· τότε αὐτῆς τε τῆς ὕλης, ὅταν μονωθῇ τῆς φύσεως, διηνέχθη τὸ ἄσχημον (ἄμορφον γάρ τι καθ' ἑαυτὴν ἡ ὕλη καὶ ἀκατάσκευον) καὶ τῇ ἀμορφίᾳ ταύτης συνδιεφθάρη τὸ κάλλος τῆς φύσεως, ἢ διὰ τοῦ