1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

19

τροφὴν ἀχθηδόνος σημαινομένης. Τοῦτο καὶ πολλοῖς τῶν τὴν ἰατρικὴν πεπαιδευμένων δοκεῖ, παρὰ τὰς τῶν παθημάτων διαφορὰς, καὶ τὰς τῶν ἐνυπνίων ὄψεις τοῖς κάμνουσι γίνεσθαι; ἄλλας μὲν τῶν στομαχούντων, ἑτέρας δὲ τῶν κεκακωμένων τὰς μήνιγγας, καὶ τῶν ἐν πυρε τοῖς πάλιν ἑτέρας, τῶν τε κατὰ χολὴν, καὶ τῶν ἐν φλέγματι κακουμένων οὐ τὰς αὐτὰς, καὶ τῶν πλη θωρικῶν, καὶ τῶν ἐκτετηκότων πάλιν ἄλλας. Ἐξ ὧν ἔστιν ἰδεῖν, ὅτι ἡ θρεπτική τε καὶ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἔχῃ τι καὶ τοῦ νοεροῦ συγκατεσπαρμένον αὐτῇ διὰ τῆς ἀνακράσεως, ὁ τῇ ποιᾷ διαθέσει τοῦ σώματος τρόπον τινὰ ἐξομοιοῦται, καὶ τὸ ἐπικρα τοῦν πάθος ταῖς φαντασίαις μεθαρμοζόμενον. Ἔτι δὲ καὶ πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται πολλοῖς τὰ ἐνύπνια. Ἄλλα τοῦ ἀνδρείου, καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα· ἄλλοι τοῦ ἀκολάστου ὄνειροι, καὶ ἄλλοι τοῦ σώφρονος· ἐν ἑτέροις ὁ μεταδοτικὸς, καὶ ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος, οὐδαμοῦ τῆς διανοίας, ἀλλὰ τῆς ἀλογωτέρας διαθέσεως ἐν τῇ ψυχῇ τὰς τοιαύτας φαντασίας ἀνατυπούσης οἷς προ ειθίσθη διὰ τῆς καθ' ὕπαρ μελέτης, τούτων τὰς εἰ κόνας καὶ ἐν τοῖς ἐνυπνίοις ἀναπλαττούσης.

ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ.

Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν

καὶ ψυχικῶν κι νημάτων. Ἀλλὰ πολὺ τῶν προκειμένων ἀπεπλανήθημεν. ∆εῖξαι γὰρ ἡμῖν ὁ λόγος προέθετο τὸ, μὴ μέρει τινὶ τοῦ σώματος ἐνδεδέσθαι τὸν νοῦν· ἀλλὰ παντὸς κατὰ τὸ ἴσον ἐφάπτεσθαι, καταλλήλως τῇ φύσει τοῦ ὑπο κειμένου μέρους ἐνεργοῦντα τὴν κίνησιν. Ἔστι δὲ ὅπου καὶ ἐπακολουθεῖ ταῖς φυσικαῖς ὁρμαῖς ὁ νοῦς, οἷον ὑπηρέτης γενόμενος. Καθηγεῖται γὰρ πολλάκις ἡ τοῦ σώματος φύσις, καὶ τοῦ λυποῦντος αἴσθησιν ἐντιθεῖσα, καὶ τοῦ εὐφραίνοντος ἐπιθυμίαν, ὥστε ταύτην μὲν τὰς πρώτας παρέχειν ἀρχὰς, ἢ βρώσεως ὄρεξιν, ἤ τινος ὅλως τῶν καθ' ἡδονὴν τὴν ὁρμὴν ἐμποιοῦσαν, τὸν δὲ νοῦν ἐκδεχόμενον τὰς τοιαύτας ὁρμὰς, ταῖς οἰκείαις περινοίαις τὰς πρὸς τὸ ποθού 176 μενον ἀφορμὰς συνεκπορίζειν τῷ σώματι. Τὸ δὲ τοιοῦτον οὐκ ἐπὶ πάντων ἐστὶν, ἀλλὰ μόνων τῶν ἀν δραποδωδέστερον διακειμένων, οἳ δουλώσαντες τὸν λόγον ταῖς ὁρμαῖς τῆς φύσεως, διὰ τῆς τοῦ νοῦ συμμαχίας τὸ κατὰ τὰς αἰσθήσεις ἡδὺ δουλοπρε πῶς κολακεύουσιν. Ἐπὶ δὲ τῶν τελειοτέρων οὐχ οὕτως γίνεται. Καθηγεῖται γὰρ ὁ νοῦς, λόγῳ καὶ οὐχὶ πάθει τὸ λυσιτελὲς προαιρούμενος· ἡ δὲ φύσις κατ' ἴχνος ἕπεται τῷ προκαθηγουμένῳ. Ἐπειδὴ δὲ τρεῖς κατὰ τὴν ζωτικὴν δύναμιν διαφορὰς ὁ λόγος εὗρε, τὴν μὲν τρεφομένην χωρὶς αἰσθήσεως, τὴν δὲ τρεφομένην μὲν καὶ αὐξανομένην, ἀμοιροῦ σαν δὲ τῆς λογικῆς ἐνεργείας, τὴν δὲ λογικὴν καὶ τελείαν δι' ἁπάσης διήκουσαν τῆς δυνάμεως, ὡς καὶ ἐν ἐκείναις εἶναι καὶ τῆς νοερᾶς τὸ πλέον ἔχειν· μηδεὶς διὰ τούτων ὑπονοείτω τρεῖς συγκεκροτῆσθαι ψυχὰς ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι, ἐν ἰδίαις περι γραφαῖς θεωρουμένας, ὥστε συγκρότημά τι πολλῶν ψυχῶν τὴν ἀνθρωπίνην φύσιν εἶναι νομίζειν. Ἀλλ' ἡ μὲν ἀληθής τε καὶ τελεία ψυχὴ, μία τῇ φύσει ἐστὶν, ἡ νοερά τε καὶ ἄϋλος, ἡ διὰ τῶν αἰσθήσεων τῇ ὑλικῇ καταμιγνυμένη φύσει. Τὸ δὲ ὑλῶδες ἅπαν ἐν τροπῇ τε καὶ ἀλλοιώσει κείμενον, εἰ μὲν μετέχοι τῆς ψυ χούσης δυνάμεως, κατὰ αὔξησιν κινηθήσεται· εἰ δὲ ἀποπέσοι τῆς ζωτικῆς ἐνεργείας, εἰς φθορὰν ἀναλύσει τὴν κίνησιν. Οὔτε οὖν αἴσθησις χωρὶς ὑλικῆς οὐσίας, οὔτε τῆς νοερᾶς δυνάμεως χωρὶς, αἰσθήσεως ἐνέρ γεια γίνεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.