1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

24

Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς ἄνθρωποι. Μᾶλλον δὲ, πρὶν τὸ προκείμενον διερευνῆσαι, κρεῖτ τον ἴσως τοῦ προφερομένου παρὰ τῶν μαχομένων ἡμῖν ἐπιζητῆσαι τὴν λύσιν. Λέγουσι γὰρ πρὸ τῆς ἁμαρτίας μήτε τόκον ἱστορεῖσθαι, μήτε ὠδῖνα, μήτε τὴν πρὸς παιδοποιΐαν ὁρμήν· ἀποικισθέντων δὲ τοῦ παραδείσου μετὰ τὴν ἁμαρτίαν, καὶ τῆς γυναικὸς τῇ τιμωρίᾳ τῶν ὠδίνων κατακριθείσης, οὕτως ἐλθεῖν τὸν Ἀδὰμ εἰς τὸ γνῶναι γαμικῶς τὴν ὁμόζυγον, καὶ τότε τῆς παιδοποιΐας τὴν ἀρχὴν γενέσθαι. Εἰ οὖν γάμος ἐν τῷ παραδείσῳ οὐκ ἦν, οὔτε ὠδὶς, οὔτε τό κος, ἀνάγκην εἶναί φασιν ἐκ τοῦ ἀκολούθου λογίζε σθαι, μὴ ἂν ἐν πλήθει γενέσθαι τὰς τῶν ἀνθρώπων ψυχὰς, εἰ μὴ πρὸς τὸ θνητὸν ἡ τῆς ἀθανασίας χάρις μετέπεσε, καὶ ὁ γάμος διὰ τῶν ἐπιγινομένων συνε τήρει τὴν φύσιν, ἀντὶ τῶν ὑπεξιόντων τοὺς ἐξ αὐτῶν ἀντεισάγων, ὥστε λυσιτελῆσαι τρόπον τινὰ, τὴν ἁμαρ τίαν ἐπεισελθοῦσαν τῇ ζωῇ τῶν ἀνθρώπων. Ἔμεινε γὰρ ἂν ἐν τῇ τῶν πρωτοπλάστων δυάδι τὸ ἀνθρώπι νον γένος, μὴ τοῦ κατὰ τὸν θάνατον φόβου πρὸς δια δοχὴν τὴν φύσιν ἀνακινήσαντος.

Ἀλλ' ἐν τούτοις πάλιν ὁ μὴν ἀληθὴς λόγος, ὅστις ποτὲ ὢν τυγχάνει, μόνοις ἂν εἴη δῆλος τοῖς κατὰ Παῦλον τὰ τοῦ παρα δείσου μυηθεῖσιν ἀπόῤῥητα. Ὁ δὲ ἡμέτερος τοιοῦτός ἐστιν· Ἀντιλεγόντων ποτὲ τῶν Σαδδουκαίων τῷ κατὰ τὴν ἀνάστασιν λόγῳ, καὶ τὴν πολύγαμον ἐκείνην γυναῖκα, τὴν τοῖς ἑπτὰ γενομένην ἀδελφοῖς, εἰς σύ στασιν τοῦ καθ' ἑαυτοὺς δόγματος προφερόντων, εἶτα τίνος μετὰ τὴν ἀνάστασιν ἔσται πυνθανομένων, ἀπο κρίνεται πρὸς τὸν λόγον ὁ Κύριος, οὐ μόνον τοὺς Σαδδουκαίους παιδεύων, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα τῆς ἐν τῇ ἀναστάσει ζωῆς φανερῶν τὸ μυστή ριον. «Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται·» οὔτε γὰρ ἀποθανεῖν ἔτι δύναν· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοὶ Θεοῦ εἰσι, τῆς ἀναστάσεως υἱοὶ ὄντες. Ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἕτερον ἡμῖν ἐπαγγέλλεται, ἢ τὴν εἰς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. Ἐπάνοδος γάρ τίς ἐστιν ἐπὶ τὴν πρώτην ζωὴν ἡ προσδοκωμένη χάρις, τὸν ἀποβληθέντα τοῦ παραδείσου πάλιν εἰς αὐτὸν ἐπανάγουσα. Εἰ τοίνυν ἡ τῶν ἀποκαθισταμένων ζωὴ πρὸς τὴν τῶν ἀγγέλων οἰκείως ἔχει, δηλονότι ὁ πρὸ τῆς παραβάσεως βίος ἀγγελικός τις ἦν· διὸ καὶ ἡ πρὸς τὸ ἀρχαῖον τῆς ζωῆς ἡμῶν ἐπάνοδος τοῖς ἀγγέ λοις ὡμοίωται. Ἀλλὰ μὴν, καθὼς εἴρηται, γάμου 189 παρ' αὐτοῖς οὐκ ὄντος, ἐν μυριάσιν ἀπείροις αἱ στρα τιαὶ τῶν ἀγγέλων εἰσίν· οὕτω γὰρ ἐν ταῖς ὀπτασίαις ὁ ∆ανιὴλ διηγήσατο. Οὐκοῦν κατὰ τὸν αὐτὸν τρόπον, εἴπερ μηδεμία παρατροπή τε καὶ ἔκστασις ἀπὸ τῆς ἀγγελικῆς ὁμοτιμίας ἐξ ἁμαρτίας ἡμῖν ἐγένετο, οὐκ ἂν οὐδὲ ἡμεῖς τοῦ γάμου πρὸς τὸν πληθυσμὸν ἐδεή θημεν. Ἀλλ' ὅστις ἐστὶν ἐν τῇ φύσει τῶν ἀγγέλων τοῦ πλεονασμοῦ τρόπος, ἄῤῥητος μὲν καὶ ἀνεπινόη τος στοχασμοῖς ἀνθρωπίνοις, πλὴν ἀλλὰ πάντως ἐστίν· οὗτος ἂν καὶ ἐπὶ τῶν βραχύ τι παρ' ἀγγέλους ἠλατ τωμένων ἀνθρώπων ἐνήργησεν, εἰς τὸ ὡρισμένον ὑπὸ τῆς βουλῆς τοῦ πεποιηκότος μέτρον τὸ ἀνθρώπινον αὔξων. Εἰ δὲ στενοχωρεῖταί τις ἐπιζητῶν τὸν τῆς γενέσεως τῶν ἀνθρώπων τρόπον, εἰ μὴ προσεδεήθη τῆς διὰ τοῦ γάμου συνεργίας ὁ ἄνθρωπος, ἀντερωτή σομεν καὶ ἡμεῖς τὸν τῆς ἀγγελικῆς ὑποστάσεως τρό πον, πῶς ἐν ἀπείροις μυριάσιν ἐκεῖνοι. καὶ μία οὐ σία ὄντες, καὶ ἐν πολλοῖς ἀριθμούμενοι. Τοῦτο γὰρ προσφόρως ἀποκρινούμεθα τῷ προφέροντι, Πῶς ἂν ἦν δίχα τοῦ γάμου ὁ ἄνθρωπος; εἰπόντες, ὅτι κα θώς εἰσι γάμου χωρὶς οἱ ἄγγελοι· τὸ γὰρ ὅμοιον ἐκείνοις τὸν ἄνθρωπον εἶναι πρὸς τῆς παραβάσεως, δείκνυσιν ἡ εἰς ἐκεῖνο πάλιν ἀποκατάστασις. Τούτων οὖν ἡμῖν οὕτω διευκρινηθέντων, ἐπανιτέον ἐπὶ τὸν πρότερον λόγον· πῶς μετὰ τὴν κατασκευὴν τῆς εἰκόνος, τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν ὁ Θεὸς ἐπιτεχνᾶται τῷ πλάσματι. Πρὸς τοῦτο γάρ φημι χρήσιμον εἶναι τὸ προδιηνυσμένον ἡμῖν θεώρημα. Ὁ γὰρ τὰ πάντα παραγαγὼν εἰς τὸ εἶναι, καὶ