1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

25

ὅλον ἐν τῷ ἰδίῳ θελή ματι τὸν ἄνθρωπον πρὸς τὴν θείαν εἰκόνα διαμορφώ σας, οὐ ταῖς κατ' ὀλίγον προσθήκαις τῶν ἐπιγινομέ νων ἀνέμεινεν ἰδεῖν ἐπὶ τὸ ἴδιον πλήρωμα τὸν ἀριθμὸν τῶν ψυχῶν τελειούμενον· ἀλλ' ἀθρόως αὐτῷ πληρώ ματι πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς προγνω στικῆς ἐνεργείας κατανοήσας, καὶ τῇ ὑψηλῇ τε καὶ ἰσαγγέλῳ λήξει τιμήσας, ἐπειδὴ προεῖδε τῇ ὁρατικῇ δυνάμει μὴ εὐθυποροῦσαν πρὸς τὸ καλὸν τὴν προαί ρεσιν, καὶ διὰ τοῦτο τῆς ἀγγελικῆς ζωῆς ἀποπίπτου σαν· ὡς ἂν μὴ κολοβωθείη τὸ τῶν ψυχῶν τῶν ἀνθρω πίνων πλῆθος, ἐκπεσὸν ἐκείνου τοῦ τρόπου, καθ' ὃν οἱ ἄγγελοι πρὸς τὸ πλῆθος ηὐξήθησαν· διὰ τοῦτο τὴν κατάλληλον τοῖς εἰς ἁμαρτίαν κατολισθήσασι τῆς αὐξήσεως ἐπίνοιαν ἐγκατασκευάζει τῇ φύσει, ἀντὶ τῆς ἀγγελικῆς μεγαλοφυῖας τὸν κτηνώδη τε καὶ ἄλο γον τῆς ἐξ ἀλλήλων διαδοχῆς τρόπον ἐμφυτεύσας τῇ ἀνθρωπότητι. Ἐντεῦθέν μοι δοκεῖ καὶ ὁ μέγας ∆α βὶδ κατοικτιζόμενος τοῦ ἀνθρώπου τὴν ἀθλιότητα, τοιούτοις λόγοις καταθρηνῆσαι τὴν φύσιν· ὅτι «Ἄνθρω πος ἐν τιμῇ ὢν οὐ συνῆκε·» τιμὴν λέγων, τὴν πρὸς τοὺς ἀγγέλους ὁμοτιμίαν. ∆ιὰ τοῦτο, φησὶ, παρασυν εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὄντως γὰρ κτηνώδης ἐγένετο ὁ τὴν ῥοώδη 192 ταύτην γένεσιν τῇ φύσει παραδεξάμενος, διὰ τὴν πρὸς τὸ ὑλῶδες ῥοπήν.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.

Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς

ἀφορμὰς ἔχει. Οἶμαι γὰρ ἐκ τῆς ἀρχῆς ταύτης καὶ τὰ καθ' ἕκα στον πάθη, οἷον ἐκ τινος πηγῆς συνδοθέντα πλημμυ ρεῖν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ. Τεκμήριον δὲ τῶν λόγων, ἡ τῶν παθημάτων συγγένεια, κατὰ τὸ ἶσον ἡμῖν τε καὶ τοῖς ἀλόγοις ἐμφαινομένη. Οὐ γὰρ δὴ θέμις τῇ ἀνθρωπίνῃ φύσει, τῇ κατὰ τὸ θεῖον εἶδος μεμορφω μένῃ, τῆς ἐμπαθοῦς διαθέσεως προσμαρτυρεῖν τὰς πρώτας ἀρχάς. Ἀλλ' ἐπειδὴ προεισῆλθεν εἰς τὸν κόσμον τοῦτον ἡ τῶν ἀλόγων ζωὴ, ἔσχε δέ τι διὰ τὴν εἰρημένην αἰτίαν τῆς ἐκεῖθεν φύσεως καὶ ὁ ἄνθρωπος, τὸ κατὰ τὴν γένεσιν λέγω, συμμετέσχε διὰ τούτου καὶ τῶν λοιπῶν τῶν ἐν ἐκείνῃ θεωρουμένων τῇ φύσει. Οὐ γὰρ κατὰ τὸν θυμόν ἐστι τοῦ ἀνθρώπου ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις, οὔτε διὰ τῆς ἡδονῆς ἡ ὑπερέχουσα χαρακτηρίζεται φύσις, δειλία τε καὶ θράσος, καὶ ἡ τοῦ πλείονος ἔφεσις, καὶ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖ σος, καὶ πάντα τὰ τοιαῦτα πόῤῥω τοῦ θεοπρεποῦς χαρακτῆρός ἐστι. Ταῦτα τοίνυν ἐκ τοῦ ἀλόγου μέρους ἡ ἀνθρωπίνη φύσις πρὸς ἑαυτὴν ἐφειλκύσατο. Οἷς γὰρ ἡ ἄλογος ζωὴ πρὸς συντήρησιν ἑαυτῆς ἠσφαλίσθη, ταῦτα πρὸς τὸν ἀνθρώπινον μετενεχθέντα βίον, πάθη ἐγένετο. Θυμῷ μὲν γὰρ συντηρεῖται τὰ ὠμοβόρα· φιληδονία δὲ τὰ πολυγονοῦντα τῶν ζώων σώζει· τὸν ἄναλκιν ἡ δειλία, καὶ τὸν εὐάλωτον τοῖς ἰσχυροτέροις ὁ φόβος, τὸν δὲ πολύσαρκον ἡ λαιμαργία. Καὶ τὸ διαμαρτεῖν οὑτινοσοῦν τῶν καθ' ἡδονὴν, λύπης ὑπό θεσις ἐν τοῖς ἀλόγοις ἐστί. Ταῦτα πάντα καὶ τὰ τοιαῦτα διὰ τῆς κτηνώδους γενέσεως συνεισῆλθε τῇ τοῦ ἀνθρώπου κατασκευῇ.

Καί μοι συγκεχωρήσθω κατά τινα πλαστικὴν θαυματοποιΐαν διαγράψαι τῷ λόγῳ τὴν ἀνθρωπίνην εἰκόνα. Καθάπερ γὰρ ἔστιν ἰδεῖν ἐν τοῖς πλάσμασι τὰς διγλύφους μορφὰς, ἃς μηχανῶνται πρὸς ἔκπληξιν τῶν ἐντυγχανόντων οἱ τὰ τοιαῦτα φιλοτεχνοῦντες, μιᾷ κεφαλῇ δύο μορφὰς προσώπων ὑποχαράσσοντες· οὕτω μοι δοκεῖ διπλῆν φέρειν ὁ ἄνθρωπος πρὸς τὰ ἐναντία τὴν ὁμοιότητα· τῷ μὲν θεοειδεῖ τῆς διανοίας πρὸς τὸ θεῖον κάλλος μεμορφωμένος, ταῖς δὲ κατὰ πάθος ἐγγινομέναις ὁρμαῖς πρὸς τὸ κτηνῶδες φέρων τὴν οἰκειότητα. Πολλάκις δὲ καὶ ὁ λόγος ἀποκτηνοῦται διὰ τῆς πρὸς τὸ ἄλογον ῥοπῆς τε καὶ διαθέσεως, συγκαλύπτων τὸ κρεῖττον τῷ χείρονι. Ἐπειδὰν γάρ τις πρὸς ταῦτα τὴν διανοητικὴν ἐνέργειαν καθελκύσῃ, καὶ ὑπηρέτην γενέσθαι τῶν παθῶν τὸν λογισμὸν ἐκβιάσηται, παρα