1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

28

ἐν ταῦθα παρὰ τῆς Γραφῆς νοεῖσθαι τὴν γνῶσιν, ἀλλά τινα διαφορὰν ἐκ τῆς γραφικῆς συνηθείας εὑρίσκω, γνώσεώς τε καὶ διακρίσεως. Τὸ μὲν γὰρ διακρίνειν ἐπιστημόνως τὸ καλὸν ἐκ τοῦ κακοῦ, τελειοτέρας ἕξεως εἶναί φησιν ὁ Ἀπόστολος, καὶ γεγυμνασμένων αἰσθητηρίων· διὸ καὶ πρόσταγμα ποιεῖται πάντα δοκιμάζειν, καὶ τοῦ πνευματικοῦ τὸ διακρίνειν ἴδιον εἶναί φησιν. Ἡ δὲ γνῶσις οὐ πανταχοῦ τὴν ἐπιστήμην τε καὶ τὴν εἴδησιν ὑφηγεῖται κατὰ τὸ σημαινόμενον, ἀλλὰ τὴν πρὸς τὸ κεχαρισμένον διάθεσιν· ὡς, «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ·» καὶ πρὸς τὸν Μωϋσέα φησὶν, ὅτι «Ἔγνων σε παρὰ πάντας·» περὶ δὲ τῶν ἐν κακίᾳ κατεγνωσμένων λέγει ὁ τὰ πάντα εἰδὼς, ὅτι «Οὐδέποτε ἔγνων ὑμᾶς.» Οὐκοῦν τὸ ξύλον, ἀφ' οὗ 200 ἡ σύμμικτος γνῶσις καρποφορεῖται, τῶν ἀπηγορευ μένων ἐστί. Μέμικται δὲ διὰ τῶν ἐναντίων ὁ καρπὸς ἐκεῖνος, ὁ συνήγορον ἔχων ἑαυτοῦ τὸν ὄφιν, τάχα κατὰ τὸν λόγον τοῦτον, ὅτι οὐ γυμνὸν πρόκειται τὸ κακὸν αὐτὸ ἐφ' ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν φαινόμενον. Ἦ γὰρ ἂν ἄπρακτος ἦν ἡ κακία, μηδενὶ προσκεχρω σμένη καλῷ τῷ πρὸς ἐπιθυμίαν αὐτῆς ἐφελκομένῳ τὸν ἀπατώμενον. Νυνὶ δὲ σύμμικτός πώς ἐστιν ἡ τοῦ κακοῦ φύσις, ἐν μὲν τῷ βάθει τὸν ὄλεθρον, οἷόν τινα δόλον ἐγκεκρυμμένον ἔχουσα, ἐν δὲ τῇ κατὰ τὸ φαι νόμενον ἀπάτῃ καλοῦ τινα φαντασίαν παραδεικνύουσα. Καλὸν δοκεῖ τοῖς φιλαργύροις ἡ τῆς ὕλης εὔχροια· ἀλλὰ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία γίνεται. Τίς δ' ἂν ἐπὶ τὸν δυσώδη βόρβορον τῆς ἀκολασίας κατώλισθεν, εἰ μὴ τὴν ἡδονὴν καλόν τι καὶ αἱρετὸν ᾤετο ὁ τῷ δελέατι τούτῳ πρὸς τὸ πάθος κατασυρό μενος;

Οὕτω καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἐγκε κρυμμένην ἔχοντα τὴν διαφθορὰν, αἱρετὰ παρὰ τὴν πρώτην δοκεῖ, διά τινος ἀπάτης τοῖς ἀνεπισκέπτοις ἀντ' ἀγαθοῦ σπουδαζόμενα. Ἐπειδὴ τοίνυν οἱ πολλοὶ τὸ καλὸν ἐν τῷ τὰς αἰσθήσεις εὐφραίνοντι κρίνουσι, καί τίς ἐστιν ὁμωνυμία τοῦ τε ὄντος καὶ τοῦ δοκοῦντος εἶναι καλοῦ· τούτου χάριν ἡ πρὸς τὸ κακὸν ὡς πρὸς τὸ ἀγαθὸν γινομένη ἐπιθυμία, καλοῦ καὶ κακοῦ γνῶ σις ὑπὸ τῆς Γραφῆς ὠνομάσθη, συνδιάθεσίν τινα καὶ ἀνάκρασιν ἑρμηνευούσης τῆς γνώσεως. Οὔτε ἀπολύ τως κακὸν, διότι περιήνθισται τῷ καλῷ, οὔτε καθαρῶς ἀγαθὸν, διότι ὑποκέκρυπται τὸ κακόν· ἀλλὰ σύμμι κτον δι' ἑκατέρων τοῦ ἀπηγορευμένου ξύλου τὸν καρ πὸν εἶναί φησιν, οὗ τὴν γεῦσιν εἰς θάνατον ἄγειν εἶπε τοὺς ἁψαμένους, μονονουχὶ φανερῶς τὸ δόγμα βοῶν, ὅτι τὸ ὄντως ἀγαθὸν ἁπλοῦν καὶ μονοειδές ἐστι τῇ φύσει, πάσης διπλόης καὶ τῆς πρὸς τὸ ἐναντίον συζυγίας ἀλλότριον. Τὸ δὲ κακὸν ποικίλον τε καὶ κατεσχηματισμένον ἐστὶν, ἄλλο τι νομιζόμενον, καὶ ἕτερον διὰ τῆς πείρας ἀνακρινόμενον, οὐ τὴν γνῶσιν, τουτέστι, τὴν διὰ τῆς πείρας ἀνάληψιν, θανάτου καὶ διαφθορᾶς ἀρχήν τε καὶ ὑπόθεσιν γίνεσθαι. ∆ιὰ τοῦτο προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρ πὸν, οὐχ ὡς εἶχε φύσεως τὸ κακὸν ἐκ τοῦ προφανοῦς ἐπιδείξας· οὐ γὰρ ἂν ἠπατήθη ὁ ἄνθρωπος τῷ προ δήλῳ κακῷ· ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοη τεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικὶ, καθώς φησιν ἡ Γραφή· «Καὶ εἶδε γὰρ ἡ γυνή, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλ μοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι·» καὶ λα βοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν. Ἡ δὲ βρῶσις ἐκείνη θανάτου μήτηρ τοῖς ἀνθρώποις γέγονεν. Αὕτη τοίνυν ἡ σύμμικτός ἐστι καρποφορία, σαφῶς τοῦ λόγου τὸν νοῦν ἑρμηνεύοντος, καθ' ὃν καλοῦ τε καὶ κακοῦ γνω στὸν ὠνομάσθη τὸ ξύλον ἐκεῖνο, ὅτι κατὰ τὴν τῶν δη λητηρίων κακίαν τῶν παραρτυθέντων τῷ μέλιτι, καθὸ μὲν καταγλυκαίνει τὴν αἴσθησιν, καλὸν εἶναι δοκεῖ, καθὸ δὲ φθείρει τὸν προσαπτόμενον, κακοῦ παντὸς ἔσχατον γίνεται. Ἐπεὶ οὖν ἐνήργησε κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς τὸ πονηρὸν δηλητήριον· τότε ὁ ἄν 201 θρωπος, τὸ μέγα καὶ πρᾶγμα καὶ ὄνομα, τὸ τῆς θείας φύσεως ἀπεικόνισμα, τῇ ματαιότητι, καθώς φησιν ὁ Προφήτης, ὡμοιώθη. Οὐκοῦν ἡ