1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

30

τῶν νηπίων, τὴν πρὸς ὀλίγον ἀναβολὴν τῶν καθ' ἡδονὴν δυσχεραίνων. Ἐπειδὴ γὰρ ὑπὸ λόγου καὶ σοφίας τὰ πάντα οἰκονομεῖται, ἀνάγκη πᾶσα μηδὲν ἄμοιρον ἡγεῖσθαι τῶν γινομένων αὐτοῦ τε τοῦ λόγου, καὶ τῆς ἐν αὐτῷ σοφίας. Ἐρεῖς οὖν· Τίς οὗτος ὁ λόγος ἐστὶ, καθ' ὃν οὐκ εὐθὺς ἐπὶ τὸ ποθούμενον ἡ τοῦ λυπηροῦ βίου μετάστασις γίνεται, ἀλλ' εἰς χρόνους τινὰς ὡρι σμένους ἡ βαρεῖα καὶ σωματώδης αὕτη παραταθεῖσα ζωὴ, ἀναμένει τὸ πέρας τῆς τοῦ παντὸς συμπληρώ σεως, ἵνα τὸ τηνικαῦτα καθάπερ χαλινοῦ τινος ἐλευ θερωθεῖσα ἡ ἀνθρωπίνη ζωὴ, πάλιν ἄνετός τε καὶ ἐλευθέρα πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον ἐπανα δράμοι· Ἀλλ' εἰ μὲν ἐγγίζει τῇ ἀληθείᾳ τῶν ζητου μένων ὁ λόγος, αὐτὴ ἂν εἰδείη σαφῶς ἡ Ἀλήθεια, Ὃ δ' οὖν ἐπὶ τὴν ἡμετέραν ἦλθε διάνοιαν, τοιοῦτον ἐστί, Λέγω δὴ τὸν πρῶτον πάλιν ἐπαναλαβὼν λόγον· «Ποιή σωμεν,» φησὶν ὁ Θεὸς, «ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω πον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Ἡ μὲν οὖν εἰκὼν τοῦ Θεοῦ, ἡ ἐν πάσῃ τῇ ἀνθρωπίνῃ φύσει θεω ρουμένη, τὸ τέλος ἔσχεν. Ὁ δὲ Ἀδὰμ οὔπω ἐγένετο· τὸ γὰρ γήϊνον πλάσμα κατά τινα ἐτυμολογικὴν ὀνο μασίαν λέγεται Ἀδὰμ, καθώς φασιν οἱ τῆς Ἑβραίων φωνῆς ἐπιίστορες. ∆ιὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαιδευμένος φωνήν, τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβα λὼν τὴν τοῦ Ἀδὰμ κλῆσιν εἰς τὴν Ἐλλάδα φωνήν. Γέγονεν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος, ἡ καθόλου φύ σις, τὸ θεοείκελον χρῆμα. Γέγονε δὲ τῇ παντοδυνάμῳ σοφίᾳ οὐχὶ μέρος τοῦ ὄλου, ἀλλ' ἄπαν ἀθρόως τὸ τῆς φύσεως πλήρωμα.

Εἶδεν ὁ πάντων τῶν περάτων πε ριδεδραγμένος, καθώς φησιν ἡ Γραφὴ, ἡ λέγουσα, «Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς·» εἶδεν ὁ εἰδὼς τὰ πάντα καὶ πρὶν γενέσεως αὑτῶν, ἐμπεριλα 205 θὼν τῇ γνώσει ὅσον κατ' ἀριθμὸν ἐν τοῖς καθ' ἕκαστον ἔσται τὸ ἀνθρώπινον. Ἐπεὶ δὲ κατενόησεν ἐν τῷ πλάσματι ἡμῶν τὴν πρὸς τὸ χεῖρον ῥοπὴν, καὶ ὅτι τῆς πρὸς τοὺς ἀγγέλους ὁμοτιμίας ἑκουσίως ἀποῤ ῥυὲν, τὴν πρὸς τὸ ταπεινὸν κοινωνίαν προσοικειώσε· διὰ ταῦτα κατέμιξέ τι καὶ τοῦ ἀλόγου τῇ ἰδίᾳ εἰκόνι. Οὐ γάρ ἐστιν ἐν τῇ θείᾳ τε καὶ μακαρίᾳ φύσει ἡ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορά· ἀλλὰ τῆς ἀλόγου κατασκευῆς ἐπὶ τὸν ἄνθρωπον μετενεγκὼν τὸ ἰδίωμα, οὐ κατὰ τὸ ὑψηλὸν τῆς κτίσεως ἡμῶν τὸν πλεονα σμὸν τῷ γένει χαρίζεται. Οὐ γὰρ ὅτε τὸ κατ' εἰκόνα ἐποίησε, τότε τὴν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι δύναμιν τῷ ἀνθρώπῳ προσέθηκεν, ἀλλ' ὅτε διέκρινε τῇ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾷ, τότε φησίν· «Αὐ ξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Τὸ γὰρ τοιοῦτον οὐ τῆς θείας φύσεως ἴδιον, ἀλλὰ τῆς ἀλόγου ἐστὶ, καθὼς ἡ ἱστορία παρασημαίνεται πρό τερον ἐπὶ τῶν ἀλόγων εἰρῆσθαι ταῦτα παρὰ τοῦ Θεοῦ διηγησαμένη, ὡς εἴ γε πρὸ τοῦ ἐπιβαλεῖν τῇ φύσει τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν, τὴν διὰ τῆς φωνῆς ταύτης δύναμιν εἰς τὸ αὐξάνεσθαι τῷ ἀνθρώ πῳ προσέθηκεν, οὐκ ἂν τοῦ τοιούτου τῆς γεννήσεως εἴδους προσεδεήθημεν, δι' οὗ γεννᾶται τὰ ἄλογα. Τούτου τοίνυν προκατανοηθέντος διὰ τῆς προγνω στικῆς ἐνεργείας πληρώματος τῶν ἀνθρώπων, διὰ τῆς ζωωδεστέρας γενέσεως ἐπὶ τὴν ζωὴν μέλλοντος παριέ ναι, ὁ τάξει τινὶ καὶ εἱρμῷ διακυβερνῶν τὰ πάντα Θεὸς, ἐπειδὴ ὅλως τὸ τοιοῦτον τῇ ἀνθρωπότητι τῆς γεν νήσεως εἶδος ἀναγκαῖον ἐποίησεν ἡ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἐπίκλισις, ἣν εἶδε πρὶν γενέσθαι ὁ ἐπίσης τῷ ἐνεστῶτι τὸ μέλλον βλέπων, διὰ τοῦτο καὶ τὸν σύμμετρον τῇ κατασκευῇ τῶν ἀνθρώπων χρόνον προκατενόησεν· ὥστε τῇ παρόδῳ τῶν περιορισθεισῶν ψυχῶν συναπαρτισθῆναι τὴν τοῦ χρόνου παράτασιν, καὶ τότε στῆναι τὴν ῥοώδη τοῦ χρόνου κίνησιν, ὅταν μηκέτι φύηται δι' αὐτοῦ τὸ ἀνθρώπινον· τελεσθείσης δὲ τῆς τῶν ἀνθρώπων γενέσεως, τῷ τέλει ταύτης συγκαταλῆξαι τὸν χρόνον, καὶ οὕτω τὴν τοῦ παντὸς ἀναστοιχείωσιν γενέσθαι, καὶ τῇ μεταβολῇ τοῦ ὄλου συναμειφθῆναι καὶ τὸ ἀνθρώπινον, ἀπὸ τοῦ φθαρτοῦ καὶ γεώδους ἐπὶ τὸ ἀπαθὲς καὶ ἀΐδιον. Ὅ μοι δοκεῖ καὶ ὁ θεῖος Ἀπόστολος κατανοήσας,