1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

33

τὰς ποιότητας. Οὐκοῦν ἀκολούθως, ὡς ἀρκεῖν ἡγούμεθα τοῖς οὖσι πρὸς τὴν ἐκ τοῦ μὴ ὄντος ὑπόστασιν, τὴν τοῦ θείου θελήματος δύναμιν· οὕτω καὶ τὴν ἀναστοιχείωσιν τῶν συνεστώτων εἰς τὴν αὐτὴν ἀνάγοντες δύναμιν, εἰς οὐδὲν ἔξω τοῦ εἰ κότος τὴν πίστιν παραληψόμεθα. Καίτοι γε δυνατὸν ἴσως ἦν, εὑρεσιλογίᾳ τινὶ τοὺς περὶ τῆς ὕλης ἐρε σχελοῦντας πεῖσαι, μὴ δοκεῖν ἐρήμην κατατρέχειν τοῦ λόγου.

ΚΕΦΑΛΑΙΟΝ Κ∆ʹ.

Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶ ναι τῷ Θεῷ τὴν ὕλην. Οὐδὲ γὰρ

ἔξω τῶν κατὰ τὸ ἀκόλουθον εὑρισκομέ νων ἡ περὶ τῆς ὕλης ὑπόληψις φαίνεται, ἡ ἐκ τοῦ νοητοῦ τε καὶ ἀΰλου ταύτην ὑποστῆναι πρεσβεύουσα· πᾶσαν γὰρ εὑρήσομεν ἐκ ποιοτήτων τινῶν συνεστῶ σαν τὴν ὕλην, ὧν εἰ γυμνωθείη καθ' ἑαυτὴν, οὐ δαμοῦ τῷ λόγῳ καταληφθήσεται. Ἀλλὰ μὴν ἕκαστον ποιότητος εἶδος λόγῳ τοῦ ὑποκειμένου χωρίζεται. Ὁ δὲ λόγος νοητή τίς ἐστι, καὶ οὐχὶ σωματικὴ θεω ρία. Οἷον, προκειμένου ζώου τινὸς ἢ ξύλου τῇ θεω ρίᾳ, ἤ τινος ἄλλου τῶν ὑλικὴν ἐχόντων τὴν σύστασιν, πολλὰ περὶ τὸ ὑποκείμενον τῇ κατ' ἐπίνοιαν διαιρέσει κατενοήσαμεν, ὧν ἑκάστου πρὸς τὸ συνθεωρούμενον 213 ἀμίκτως ὁ λόγος ἔχει. Ἕτερος γὰρ ὁ τοῦ χρώματος, καὶ ἕτερος τοῦ βάρους ὁ λόγος, ὁ τῆς ποσότητος πά λιν, καὶ ὁ τῆς ποιᾶς κατὰ τὴν ἀφὴν ἰδιότητος. Ἤ τε γὰρ μαλακότης καὶ τὸ δίπηχυ, καὶ τὰ λοιπὰ τῶν εἰρημένων, οὔτε ἀλλήλοις, οὔτε τῷ σώματι κατὰ τὸν λόγον συμφέρεται. Ἑκάστου γὰρ τούτων ἴδιος, καθ' ὅ ἐστιν, ὁ ἑρμηνευτικὸς ὅρος ἐπινοεῖται, οὐδὲν ἐπι κοινωνῶν ἄλλῃ τινὶ τῶν περὶ τὸ ὑποκείμενον θεωρου μένων ποιότητι.

Εἰ τοίνυν νοητὸν μὲν τὸ χρῶμα, νοητὴ δὲ καὶ ἡ ἀντιτυπία, καὶ ἡ ποσότης, καὶ τὰ λοιπὰ τῶν τοιούτων ἰδιωμάτων, ἕκαστον δὲ τούτων εἰ ὑφαιρεθείη τοῦ ὑποκειμένου, πᾶς ὁ τοῦ σώματος συνδιαλύεται λόγος· ἀκόλουθον ἂν εἴη, ὧν τὴν ἀπ ουσίαν τῆς τοῦ σώματος λύσεως αἰτίαν εὕρομεν, τού των τὴν συνδρομὴν ἀποτίκτειν τὴν ὑλικὴν φύσιν ὑπολαμβάνειν. Ὡς γὰρ οὐκ ἔστι σῶμα, ᾧ τὸ χρῶμα, καὶ τὸ σχῆμα, καὶ ἡ ἀντιτυπία καὶ ἡ διάστασις, καὶ τὸ βάρος, καὶ τὰ λοιπὰ τῶν ἰδιωμάτων οὐ πρόσεστιν, ἕκαστον δὲ τούτων σῶμα οὐκ ἔστιν, ἀλλ' ἕτερόν τι παρὰ τὸ σῶμα, κατὰ τὸ ἰδιάζον εὑρίσκεται· οὕτω κατὰ τὸ ἀντίστροφον, ὅπου δ' ἂν συνδράμῃ τὰ εἰρη μένα, τὴν σωματικὴν ὑπόστασιν ἀπεργάζεται. Ἀλλὰ μὴν εἰ νοητὴ τῶν ἰδιωμάτων τούτων ἡ κατανόησις, νοητὸν δὲ τῇ φύσει τὸ Θεῖον· οὐδὲν ἀπεικὸς, ἐκ τῆς ἀσωμάτου φύσεως τὰς νοερὰς ταύτας ἀφορμὰς πρὸς τὴν τῶν σωμάτων γένεσιν ὑποστῆναι, τῆς μὲν νοη τῆς φύσεως τὰς νοητὰς ὑφιστώσης δυνάμεις, τῆς δὲ τούτων πρὸς ἄλληλα συνδρομῆς τὴν ὑλώδη φύσιν παρ αγούσης εἰς γένεσιν Ἀλλὰ ταῦτα μὲν κατὰ τὸ πάρ εργον ἡμῖν παρεξετάσθω· ἡμῖν δὲ πάλιν ἐπὶ τὴν πίστιν ἐπανακτέον τὸν λόγον, δι' ἧς ἐκ τε τοῦ μὴ ὄντος ὑποστῆναι τὸ πᾶν ἐδεξάμεθα, καὶ πάλιν εἰς ἄλλην τινὰ μεταστοιχειοῦσθαι κατάστασιν παρὰ τῆς Γραφῆς διδαχθέντες, οὐκ ἀμφιβάλλομεν.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.

Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦ σαι τῇ Γραφῇ περὶ τῆς

ἀναστάσεως διδα σκούσῃ. Ἀλλ' ἴσως τις πρὸς τὰ διαλυθέντα σώματα βλέ πων, καὶ πρὸς τὸ μέτρον τῆς ἰδίας δυνάμεως τὸ Θεῖον κρίνων, τὸν τῆς ἀναστάσεως λόγον ἀδύνατον εἶναί φησι, καὶ στήσεσθαι τὰ νῦν κινούμενα, καὶ ἀναστήσε σθαι· τὰ νῦν μὴ κινούμενα μὴ ἐνδέχεσθαι λέγων· ἀλλ' ὁ τοιοῦτος πρῶτον μὲν καὶ μέγιστον ποιείσθω τεκμή ριον τῆς κατὰ τὴν ἀνάστασιν ἀληθείας, τὸ τοῦ κηρύ γματος αὐτῆς ἀξιόπιστον· ἡ δὲ τῶν λεγομένων πί στις ἐκ τῆς τῶν λοιπῶν τῶν προῤῥηθέντων ἐκβάσεως τὸ ἀσφαλὲς ἔχει. Ἐπειδὴ γὰρ πολλούς τε καὶ παντο δαποὺς παρέθετο λόγους ἡ θεία