1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

48

ἐπιχειρῶν, ὅπως ἡμῖν καὶ ἐξ ὁποίων συνέστηκε τὰ καθέκαστον, τά τε πρὸς τὸ ζῇν, καὶ τὰ πρὸς τὸ εὖ ζῇν, καὶ εἴ τι μετὰ τούτων ἕτερον κατὰ τὴν πρώτην διαίρεσιν ἐνοήσαμεν. Τὸ γὰρ προκείμενον ἦν δεῖξαι τὴν σπερματικὴν τῆς συστάσεως ἡμῶν αἰτίαν, μήτε ἀσώματον εἶναι ψυχὴν, μήτε ἄψυχον σῶμα, ἀλλ' ἐξ ἐμψύχων τε καὶ ζώντων σωμάτων ζῶν καὶ ἔμψυχον παρὰ τὴν πρώτην ἀπογεννᾶσθαι ζῶον· ἐκδεξαμένην δὲ τὴν ἀνθρωπίνην φύσιν, καθάπερ τινὰ τροφὸν ταῖς οἰκείαις δυνάμεσιν αὐτὴν τιθηνήσασθαι· τὴν δὲ τρέ φεσθαι κατ' ἀμφότερα, καὶ καταλλήλως ἐν ἑκατέρῳ μέρει τὴν αὔξησιν ἐπίδηλον ἔχειν. Εὐθὺς μὲν γὰρ διὰ τῆς τεχνικῆς ταύτης καὶ ἐπιστημονικῆς διαπλά σεως τὴν συμπεπλεγμένην αὐτῇ τῆς ψυχῆς ἐνδεί κνυται δύναμιν, ἀμυδρότερον μὲν κατὰ τὴν πρώτην ἐκφαινομένην, καθεξῆς δὲ τῇ τοῦ ὀργάνου τελειώσει συναναλάμπουσαν. Οἷον δὲ ἐπὶ τῶν λιθογλύφων ἔστιν ἰδεῖν. Πρόκειται μὲν γὰρ τῷ τεχνίτῃ ζώου τινὸς εἶ δος ἐν λίθῳ δεῖξαι· τοῦτο δὲ προθέμενος, πρῶτον μὲν τὸν λίθον τῆς συμφυοῦς ὕλης ἀπέῤῥηξεν· εἶτα περι κόψας αὐτοῦ τὰ περιττὰ, προήγαγέ πως διὰ τοῦ πρώ του σχήματος τῇ μιμήσει τῇ κατὰ πρόθεσιν, ὥστε καὶ τὸν ἄπειρον διὰ τῶν φαινομένων τοῦ σκοποῦ τῆς τέχνης καταστοχάσασθαι. Πάλιν ἐπεργασάμενος, προσήγγισε πλέον τῇ ὁμοιότητι τοῦ σπουδαζομένου. Εἶτα τὸ τέλειον καὶ ἀκριβὲς εἶδος ἐγχειρουργήσας τῇ ὕλῃ, εἰς πέρας τὴν τέχνην προήγαγε· καὶ ἔστι λέων, ἢ ὅ τι ἂν τύχῃ παρὰ τοῦ τεχνίτου γενόμενον, ὁ πρὸ βραχέος ἄσημος λίθος· οὐ τῆς ὕλης πρὸς τὸ εἶδος ὑπαμειφθείσης, ἀλλὰ τοῦ εἴδους ἐπιτεχνηθέντος τῇ ὕλῃ.

Τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς ὁ λογισάμενος, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Τὴν γὰρ πάντα τεχνιτεύου σαν φύσιν ἐκ τῆς ὁμογενοῦς ὕλης λαβοῦσαν ἐν ἑαυτῇ τὸ ἐκ τοῦ ἀνθρώπου μέρος, δημιουργεῖν ἀνδριάντα φαμέν. Ὥσπερ δὲ τῇ κατ' ὀλίγον ἐργασίᾳ τοῦ λίθου τὸ εἶδος ἐπηκολούθησεν, ἀμυδρότερον μὲν παρὰ τὴν πρώτην, τελειότερον δὲ μετὰ τὴν τοῦ ἔργου συμπλή ρωσιν· οὕτω καὶ ἐν τῇ τοῦ ὀργάνου γλυφῇ τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου προφαίνεται, ἀτελὲς ἐν τῷ ἀτελεῖ, καὶ ἐν τῷ τελείῳ τέλειον. Ἀλλ' ἐξ ἀρχῆς ἂν τέλειον ἦν, εἰ μὴ διὰ τῆς κακίας ἡ φύσις ἐκολοβώθη. ∆ιὰ τοῦτο ἡ πρὸς τὴν 256 ἐμπαθῆ καὶ ζωώδη γένεσιν κοινωνία, οὐκ εὐθὺς ἐκ λάμπειν τὴν θείαν εἰκόνα ἐν τῷ πλάσματι ἐποίησεν, ἀλλ' ὁδῷ τινι καὶ ἀκολουθίᾳ διὰ τῶν ὑλικῶν καὶ ζωω δεστέρων τῆς ψυχῆς ἰδιωμάτων ἐπὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον. Τὸ δὲ τοιοῦτον δόγμα καὶ ὁ μέγας Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους διδάσκει, λέγων· «Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐλογιζό μην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργησα τὰ τοῦ νηπίου.» Οὐκ ἄλλης ἐν τῷ ἀνδρὶ τῆς ψυχῆς ἐπεισελθούσης, παρὰ τὴν ἐν τῷ μειρακίῳ νοουμένην, ἡ νηπιωδεστέρα καταργεῖται διάνοια, καὶ ἡ ἀνδρώδης ἐγγίνεται· ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελὲς, ἐν τούτῳ δὲ διαδεικνυούσης τὸ τέλειον. Ὥσπερ γὰρ τὰ φυόμενά τε καὶ αὐξάνοντα ζῇν λέγομεν, πάντα τε τὰ ἐν μετουσίᾳ ζωῆς καὶ φυσικῆς ὄντα κινήσεως, οὐκ ἄν τις ἄψυχα φήσειεν, οὐ μὴν οὐδὲ τελείας ψυχῆς μετέχειν τὴν τοιαύτην ζωὴν ἔστιν εἰπεῖν. Γενομένη γὰρ ἐν τοῖς φυτοῖς ψυχική τις ἐνέργεια, μέχρι τῶν κατ' αἴσθησιν κινημάτων οὐκ ἔφθασε.

Πάλιν δὲ κατὰ προσθήκην δύναμίς τις ψυχικὴ τοῖς ἀλόγοις ἐγγινομένη, οὐδὲ αὐτὴ τοῦ τέλους ἐφίκετο, λόγου τε καὶ διανοίας χάριν ἐν ἑαυτῇ μὴ χωρήσασα. ∆ιὰ τοῦτό φαμεν τὴν μὲν ἀληθῆ καὶ τελείαν ψυχὴν ἀνθρωπίνην εἶναι, διὰ πάσης ἐνεργείας γνωριζομένην. Εἰ δέ τι ἄλλο μετέχει ζωῆς, ἐν καταχρήσει τινὶ συνηθείας ἔμψυχον λέγομεν, μὴ ὅτι τελεία ἐν τούτοις ἐστὶν ἡ ψυχὴ, ἀλλά τινα μέρη ψυχικῆς ἐνεργείας, ἃ καὶ ἐν τῷ ἀνθρώπῳ κατὰ τὴν μυστικὴν τοῦ Μωϋσέως ἀνθρωπογονίαν ἐπιγεγενῆσθαι, διὰ τὴν πρὸς τὸ ἐμπαθὲς οἰκειότητα μεμαθήκαμεν. ∆ιὰ τοῦτο συμβουλεύων ὁ Παῦλος τοῖς ἀκούειν βουλομένοις τῆς τελειότητος ἔχεσθαι, καὶ τὸν τρόπον ὅπως ἂν τοῦ σπουδαζομένου τύχοιεν ὑποτίθεται, λέγων, ἀπεκδύσασθαι δεῖν