1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

3

εὐεργεσία τοῦ κυ ρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προςδοκωμένων ἐστὶν ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ' ἐκείνου γενέσθαι. Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ' ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελλόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐ χαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀπο πληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐ γνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ' οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι' ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν; τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς διόδους; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας 212 μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ' εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν; τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαί αν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπλη ροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλεί ονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τού τοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προςευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προςήκει ποι εῖσθαι τὴν αἴτησιν περιγίνεται.

Τίς οὖν ἡ διδαχή; Προςευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥςπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰς ακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖ σα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευ μένου γενοίμεθα. ∆οκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύ 214 την τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυ μίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος, ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστίν. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; Μὴ ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προςευχῶν οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος. Ὥςπερ γὰρ οἱ ἀτε λεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώ μην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ' ἐξουσίαν εὐκληρίας τι νὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προςηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ