1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

8

ὥστε γνῶναι ἡμᾶς ὅτι εὐχὴ μὲν ἔστι, καθὼς εἴρηται, χαριστήριος δωροφορίας ἐπαγγελία· ἡ δὲ προσευχή τὴν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπαγγελίας τῷ θεῷ γινομένην πρόςοδον διερμηνεύει. ∆ιδάσκει οὖν ἡμᾶς ὁ λόγος μὴ πρότερον αἰτεῖσθαί τι παρὰ τοῦ θεοῦ, πρὶν αὐτῷ τι τῶν κεχαρισμένων δωροφορῆσαι· εὔξασθαι γὰρ χρὴ πρότερον, εἶτα προςεύξασθαι, ὡς εἴ τις λέγοι προηγεῖ σθαι τὴν σπορὰν τῆς ἐπικαρπίας. Οὐκοῦν χρὴ πρότερον ἡμᾶς καταβαλεῖν τῆς εὐχῆς τὰ σπέρματα, καὶ οὕτως αὐ ξηθεῖσαν τὴν καταβολὴν τῶν σπερμάτων καρπώσασθαι, διὰ τῆς προςευχῆς τὴν χάριν ἀντιλαμβάνοντας. Ὡς οὖν οὐκ ἐσομένης ἐν παῤῥησίᾳ τῆς ἐντεύξεως εἰ μὴ ἐπὶ προ 232 ληφθείσῃ εὐχῇ τινι καὶ δωροφορίᾳ ἡ πρόςοδος γένοιτο, ἀναγκαίως ἡ εὐχὴ τῆς προςευχῆς προηγήσεται. Ὡς οὖν ἤδη τούτου κατορθωθέντος φησὶ πρὸς τοὺς μαθητὰς ὁ κύριος, Ὅταν προςεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τίς δώσει μοι πτέρυγας, ὡςεὶ περιστε ρᾶς, φησί που τῆς ψαλμῳδίας ὁ μέγας ∆αυίδ· εἴποιμι δ' ἂν καὶ αὐτὸς, τολμήσας τὴν ἴσην φωνήν, Τίς δώσει μοι τὰς πτέρυγας ἐκείνας πρὸς τὸ δυνηθῆναι τῷ ὕψει τῆς τῶν ῥημάτων μεγαλοφυΐας συναναπτῆναι κατὰ διά νοιαν, ὥστε καταλιπεῖν μὲν τὴν γῆν πᾶσαν, διαπερᾶσαί τε πάντα τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, καταλαβεῖν δὲ τὸ αἰθέριον κάλλος, καὶ ἐπὶ τὰ ἄστρα φθάσαι, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς διακόσμησιν κατιδεῖν, στῆναι δὲ μηδὲ ἐν τούτοις, ἀλλὰ διεξελθεῖν καὶ διὰ τούτων, καὶ πάντων τῶν κινουμένων τε καὶ μεθισταμένων ἐκτὸς γενέσθαι, καὶ κα ταλαβεῖν τὴν ἑστῶσαν φύσιν, τὴν ἀμετακίνητον δύναμιν, τὴν ἐφ' ἑαυτῆς καθιδρυμένην, τὴν πάντα ἄγουσάν τε καὶ φέρουσαν ὅσα ἐν τῷ εἶναι ἔστιν, πάντα τὰ τοῦ ἀφράστου θελήματος τῆς θείας σοφίας ἐξηρτημένα, ὥστε πάντων τῶν ἀλλοιουμένων τε καὶ μεθισταμένων πόῤῥω τῇ διανοίᾳ γενό μενος ἐν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῇ τῆς ψυχῆς καταστά σει τὸν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον διὰ τῆς γνώμης πρότερον οἰκειώσασθαι, εἶθ' οὕτω τῇ οἰκειοτάτῃ προςη γορίᾳ ἐπικαλέσασθαι καὶ εἰπεῖν, Πάτερ; Οἵας γὰρ τῷ λέγοντι χρεία ψυχῆς, ὅσης τῆς παῤῥησίας, οἵας τῆς συνει δήσεως, ἵνα θεὸν νοήσας, ὡς ἔστι δυνατὸν, ἐκ τῶν ἐπινο ουμένων αὐτῷ προςηγοριῶν πρὸς τὴν σύνεσιν τοῦ ἀφρά στου δόξης χειραγωγούμενος, καὶ μαθὼν ὅτι ἡ θεία φύσις, ὅ τί ποτέ ἐστιν, αὐτοαγαθότης ἐστὶν, ἁγιασμὸς, ἀγαλλίαμα, δύναμις, δόξα, καθαρότης, ἀϊδιότης, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡςαύτως ἔχουσα, καὶ ὅσα τοιαῦτα νενόηται περὶ τὴν θείαν φύσιν, διά τε τῆς θείας γραφῆς καὶ τῶν οἰκείων λογισμῶν κατανοήσας, εἶτα τολμήσει τὴν τοιαύτην προέ σθαι φωνὴν, καὶ τὸν τοιοῦτον ἑαυτοῦ κατονομάσαι πατέρα; ∆ῆλον γὰρ ὅτι, εἰ μετέχοι τινὸς διανοίας, οὐκ ἂν θαρσήσειεν, μὴ τὰ αὐτὰ καὶ ἐν ἑαυτῷ βλέπων, ἐκείνην 234 προέσθαι πρὸς τὸν θεὸν τὴν φωνὴν, καὶ εἰπεῖν, Πάτερ. Τῆς γὰρ πονηρᾶς προαιρέσεως ὁ ἀγαθὸς κατ' οὐσίαν πα τὴρ γενέσθαι φύσιν οὐκ ἔχει, οὔτε τοῦ κατὰ τὸν βίον βε βηλωθέντος ὁ ἅγιος, οὔτε τοῦ περιτρεπομένου ὁ ἀναλ λοίωτος, οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας ὁ πατὴρ τῆς ζωῆς, οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούν των ὁ καθαρὸς καὶ ἀκήρατος, οὔτε τοῦ πλεονέκτου ὁ εὐ εργέτης, οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέ πων ἔτι καθαρσίου δεόμενον, καὶ τὴν μοχθηρὰν ἑαυτοῦ συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγ καυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων κακῶν πρὸς τὴν τοῦ θεοῦ συγγένειαν ἑαυτὸν εἰςποιοῖ καὶ λέγοι, Πά τερ, τῷ δικαίῳ ὁ ἄδικος, καὶ τῷ καθαρῷ ὁ ἀκάθαρτος, ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορίας τὰ ῥήματα, εἴπερ τῆς ἰδίας μοχθηρίας πατέρα τὸν θεὸν ὀνομάζοι· ἡ γὰρ τοῦ πατρὸς φωνὴ τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος δια σημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα ἑαυτοῦ τὸν θεὸν λέγοι, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει. Ἀλλ' οὔ τις κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλὰ τῷ φωτὶ φῶς προςῳκείωται, καὶ τῷ δικαίῳ τὸ δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθαρτῷ τὸ