1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

9

ἄ φθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρ ποὺς πονηροὺς ποιεῖν.

Εἰ τοίνυν βαρυκάρδιός τις ὢν, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν κατατολμᾷ τῶν τῆς προςευχῆς ῥημάτων, γινωσκέτω ὅτι οὐ τὸν οὐράνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ἀλλὰ τὸν καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶν καὶ τοῦ ἐν ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, Ἐκεῖνος ἁμαρτία καὶ ἁμαρτίας πατήρ. ∆ιὰ τοῦτο οἱ ἐμπαθεῖς 236 τὴν ψυχὴν ὀργῆς τέκνα παρὰ τοῦ ἀποστόλου προςαγο ρεύονται, καὶ ὁ τῆς ζωῆς ἀποστὰς ἀπωλείας υἱὸς ὀνο μάζεται, καί τις βλακώδης καὶ θηλυδρίας υἱὸς κορα σίων αὐτομολούντων προςηγορεύθη. Ὡςαύτως καὶ ἐκ τοῦ ἐναντίου οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ ἡμέρας προςαγορεύονται, καὶ δυνάμεως υἱοὶ ἕτεροι οἱ πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες. Ὅταν τοί νυν πατέρα τὸν θεὸν λέγειν ἡμᾶς ἐν τῇ προςευχῇ διδάσκῃ ὁ κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν ἢ τὸν ὑψηλόν τε καὶ ἐπηρμένον ἡμῖν νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδε σθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν, ἀλλὰ πατέρα λέγοντας ἑαυτῶν τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπα ληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρα σκευῆς ἐστι χρεία, οἵου βίου, πόσης καὶ ποταπῆς σπου δῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψω θείσης ἡμῶν τῆς συνειδήσεως τολμῆσαι εἰπεῖν τῷ θεῷ ὅτι, Πάτερ. Εἰ γὰρ περὶ τὰ χρήματα βλέποις, εἰ περὶ τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώ πων δόξαν ἀναζητοίης, ἢ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθε στέραις δουλεύοις, ἔπειτα τὴν τοιαύτην προσευχήν διὰ στό ματος λάβοις, τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον σου βλέποντα καὶ τῆς εὐχῆς ἐπαΐοντα; Ἐγὼ μὲν γὰρ τοιούτων τινῶν ῥημάτων ἀκούειν δοκῶ, ὡςανεὶ τοῦ θεοῦ πρὸς τὸν τοιοῦ τον λέγοντος, Πατέρα καλεῖς, ὁ κατεφθαρμένος τῷ βίῳ τὸν τῆς ἀφθαρσίας πατέρα; τί μολύνεις τῇ ῥυπαρᾷ σου φωνῇ τὸ ἀκήρατον ὄνομα; τί καταψεύδῃ τοῦ ῥήματος; τί καθυβρίζεις τὴν ἀμόλυντον φύσιν; Εἰ τέκνον ἦς ἐμὸν, ἐκ τῶν ἐμῶν ἀγαθῶν ἔδει πάντως καὶ τὸν σὸν βίον χα ρακτηρίζεσθαι. Οὐκ ἐπιγινώσκω τῆς ἐμῆς φύσεως ἐν σοὶ τὴν εἰκόνα· ἐκ τῶν ἐναντίων οἱ χαρακτῆρες. Τίς κοινω νία φωτὶ πρὸς σκότος; τίς ζωῆς καὶ θανάτου συγγένεια; τίς οἰκειότης τῷ καθαρῷ τὴν φύσιν πρὸς τὸν ἀκάθαρ 238 τον; Πολὺ τοῦ εὐεργετοῦντος πρὸς τὸν πλεονέκτην τὸ μέ σον. Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίω σις. Ἄλλος πατὴρ τῶν ἐν σοὶ κακῶν. Τὰ γὰρ ἐμὰ γεννήματα τοῖς πατρῴοις ἀγαθοῖς καλλωπίζεται· τέκνον τοῦ ἐλεήμονος ὁ ἐλεήμων, καὶ τοῦ καθαροῦ ὁ καθαρὸς, ὁ φθορᾶς ἀλλότριος τοῦ ἀφθάρτου, καὶ τὸ ὅλον ἐξ ἀγα θοῦ ἀγαθὸς καὶ ἐκ δικαίου δίκαιος. Ὑμᾶς δὲ οὐκ οἶδα πόθεν ἐστέ.

Οὐκοῦν ἐπικίνδυνον πρὶν καθαρθῆναι τῷ βίῳ τῆς προςευχῆς ταύτης κατατολμῆσαι, καὶ πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνόμασαι. Ἀλλὰ ἀκούσωμεν τῶν τῆς προςευχῆς ῥημάτων πάλιν, εἴ τις ἄρα γένοιτο ἡμῖν τῶν κρυφίων τοῦ νοῦ κατανόησις διὰ τῆς συνεχεστέρας ἐπαναλήψεως. Πά τερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτι μὲν οὖν χρὴ τῷ κατ' ἀρετὴν βίῳ τὸν θεὸν οἰκειώσασθαι, μετρίως ἡμῖν διὰ τῶν προλαβόντων ἐξήτασται λόγων. ∆οκεῖ δέ μοι καὶ βαθυ τέραν τινὰ διάνοιαν ὑποσημαίνειν ὁ λόγος· ταῦτα γὰρ ὑπόμνησιν ἡμῖν ἐμποιεῖ τῆς τε πατρίδος ἧς ἐκπεπτώκα μεν, καὶ τῆς εὐγενείας ἧς ἀπεβλήθημεν. Καὶ γὰρ ἐν τῷ κατὰ τὸν νέον διηγήματι τὸν ἀποστάντα τῆς πατρῴας ἑστίας καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσαντα τὴν ἀν θρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος, ἱστορικῶς διηγού μενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀσωτίαν, οὐ πρό τερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης ἀναλαβεῖν συμφορᾶς, καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα. Ταῦτα δὲ ἦν συμβαίνοντά πως τοῖς τῆς προς ευχῆς λόγοις· φησὶν γὰρ ἐκεῖ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκ ἂν προςθεὶς τῇ ἐξομολο γήσει τὴν εἰς τὸν οὐρανὸν ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυ