1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

12

πορεία γένοιτο· τούτων οὖν τῶν κρασπέδων ἐξάψας ἀντὶ μὲν τοῦ κώδωνος τὸν 248 εὔηχον λόγον τῆς πίστεως, ἀντὶ δὲ τοῦ ῥοΐσκου τὴν κεκρυμ μένην τῆς μελλούσης ἐλπίδος ἑτοιμασίαν, τὴν τῷ στυφω τέρῳ βίῳ κεκαλυμμένην, ἀντὶ δὲ τῶν ἀνθινῶν τὴν εὐανθῆ τοῦ παραδείσου χάριν, οὕτω παράγει ἐπὶ τὸ ἄδυτον τοῦ ἱεροῦ καὶ ἐνδότατον. Τὸ δὲ ἄδυτον τοῦτο οὐκ ἄψυχόν ἐστιν, οὔτε χειρόκμητον, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας ἡμῶν ταμεῖον, ἐὰν ἀληθῶς ἄδυτον ᾖ τῇ κακίᾳ καὶ τοῖς πονηροῖς λογισμοῖς ἀνεπίβατον. Κοσμεῖ δὲ τὴν κεφαλὴν τῷ οὐρανίῳ φρονήματι, οὐ γραμμάτων τύπον ἐνσημηνά μενος πετάλῳ χρυσῷ, ἀλλ' αὐτὸν τὸν θεὸν ἐντυπώσας ἐν τῷ ἡγεμονικῷ λογισμῷ· μύρον δὲ καταχέει τῆς κόμης τὸ παρ' αὐτῆς ἔνδοθεν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μυρε ψούμενον· θῦμα δὲ καὶ ἱερεῖον προςάγειν αὐτὸν τῷ θεῷ παρασκευάζει διὰ τῆς μυστικῆς ἱερουργίας οὐκ ἄλλο τι ἢ ἑαυτόν. Ὁ γὰρ οὕτως παρὰ τοῦ κυρίου πρὸς τὴν ἱερω σύνην ταύτην ἀγόμενος τὸ φρόνημα τῆς σαρκὸς νεκρώσας ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, οὕτως ἱλεοῦται τὸν θεὸν ἐν τοῖς ἀδύτοις γενόμενος, ἑαυτὸν διὰ τῆς τοιαύτης θυσίας ἱερουργήσας, καὶ παραστήσας τὸ ἑαυ τοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. Ἀλλ' ἐρεῖ τις ἴσως μὴ ταῦτα κατὰ τὸ πρόχειρον ἔχειν τὴν τῆς προςευχῆς διάνοιαν τῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, περινοεῖν δὲ ἡμᾶς τοὺς τοιούτους λόγους οὐκ ἐκ τῶν οἰ κείων τοῖς ὑποκειμένοις ἁρμόζοντας. Οὐκοῦν πάλιν ὑπο μνησθήτω τῶν πρώτων τῆς προςευχῆς ῥημάτων. Ὁ γὰρ οὕτως ἑαυτὸν παρασκευάσας ὥστε ἐν παῤῥησίᾳ τολμῆσαι πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνομάσαι, οὗτος ἀκριβῶς περί κειται τὴν στολὴν ἐκείνην ἣν ὁ λόγος ὑπέγραψεν, καὶ ἠχεῖ τοῖς κώδωσιν, καὶ ἐξανθεῖ τοῖς ῥοΐσκοις, καὶ λάμπει περὶ τὸ στῆθος ταῖς τῶν ἐντολῶν αὐγαῖς, καὶ φέρει τοῖς ὤμοις τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας, ἀντὶ τῶν ὀνομά των τὰς ἀρετὰς ἐκείνων εἰς τὸν ἴδιον κόσμον μετακοσμή σας, καὶ τὴν κεφαλὴν κοσμεῖ τῷ τῆς δικαιοσύνης στεφάνῳ, καὶ τὴν κόμην ἔχει τῷ οὐρανίῳ μύρῳ διάβροχον, ἐντός τε 250 γίνεται τῶν ἐπουρανίων ἀδύτων, ἅπερ παντὶ λογισμῷ βεβήλῳ ἄδυτα ὡς ἀληθῶς ἐστι καὶ ἀνεπίβατα. Ἀλλ' ὅπως μὲν προςήκει παρεσκευάσθαι τὸν ἱερωμένον, μετρίως ἐν τοῖς ἐξητασμένοις ὁ λόγος ὑπέδειξεν, λοιπὸν δ' ἂν εἴη σκοπεῖν αὐτὴν τὴν αἴτησιν ἣν προςάγειν ἐκέλευσεν τῷ θεῷ τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον· οὐ γάρ μοι δοκεῖ κατὰ τὸ πρόχειρον εὔληπτον παρέχειν ἡμῖν τὴν διάνοιαν ψιλῶς τῆς προςευχῆς ἐκτεθέντα τὰ ῥήματα. Ἁγιασθήτω, φησὶ, τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Τί ταῦτα πρὸς τὴν ἐμὴν χρείαν; εἴποι τις ἂν ἄνθρωπος, ἢ ἐπὶ ἁμαρτίαις ἑαυτὸν διὰ μετανοίας μαστίζων, ἢ ὅπως ἂν φύ γοι κατακρατοῦσαν τὴν ἁμαρτίαν τὸν θεὸν εἰς συμμαχίαν καλῶν, ἐν ὀφθαλμοῖς ἔχων ἀεὶ τὸν διὰ τῶν πειρασμῶν προςπαλαίοντα. Ἔνθεν οἱ θυμοὶ τὸν λογισμὸν τοῦ κα θεστηκότος παράγουσιν, ἐκεῖθεν αἱ τῶν ἀτόπων ἐπιθυμίαι τὸν τόνον τῆς ψυχῆς ἐκνευρίζουσιν, ἑτέρωθεν ἡ πλεονεξία πήρωσιν ἐπάγει τῷ διορατικῷ τῆς καρδίας, ὁ τύφος, ἡ ὑπερηφανία, τὸ μῖσος, ὁ λοιπὸς τῶν ἀντιπαλαιόντων ἡμῖν κατάλογος οἷόν τι στῖφος πολεμίων ἐν κύκλῳ περιστοιχι σάμενον τὸν περὶ τῶν ἐσχάτων ἐπάγει τῇ ψυχῇ κίνδυνον· εἶτα ὁ ἐκδῦναι τὰ κακὰ ταῦτα διὰ τῆς κρείττονος συμ μαχίας σπουδάζων ποίοις ἂν κυριώτερον χρήσαιτο λόγοις; οὐχ οἷς ὁ μέγας ∆αυίδ, Ῥυσθείην ἐκ τῶν μισούντων με, λέγων, καὶ, Ἀποστραφήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπί σω, καὶ, ∆ὸς ἡμῖν βοηθείαν ἐκ θλίψεως, καὶ ὅσα τοιαῦτα δι' ὧν ἔστι τοῦ θεοῦ τὴν συμμαχίαν κατὰ τῶν ἐναντίων διαναστῆσαι;

Νυνὶ δὲ τί φησιν ὁ τῆς προςευχῆς νόμος; Ἁγιασθήτω τὸ ὄνομά σου. Εἰ γὰρ μὴ λέγοιτο παρ' ἐμοῦ τοῦτο, ἆρα δυνατόν ἐστι μὴ ἅγιον εἶναι τοῦ θεοῦ τὸ ὄνο μα; Ἐλθέτω ἡ βασιλεία σου. Τί γὰρ τῆς ἐξουσίας τοῦ θεοῦ ἠλλοτρίωται, τοῦ διειληφότος τῇ σπιθαμῇ τὸν οὐ ρανὸν ὅλον, καθώς φησιν Ἡσαΐας, τοῦ περιδεδρα γμένου πάσης τῆς γῆς, τοῦ περικρατοῦντος ἐν τῇ χειρὶ τὴν ὑγρὰν φύσιν, ὃς πᾶσαν ἐγκόσμιόν τε καὶ