1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

14

Ταῦτα καὶ τὰ τοιαῦτα περιέ χει ἡ βραχεῖα αἴτησις αὕτη ἡ λέγουσα διὰ προςευχῆς τῷ θεῷ ὅτι, Ἁγιασθήτω τὸ ὄνομά σου· οὐ γὰρ ἔστιν ἄλλως δυνατὸν ἐν ἀνθρώπῳ δοξασθῆναι θεὸν, μὴ τῆς κατ' αὐ τὸν ἀρετῆς τῇ θείᾳ δυνάμει τὴν αἰτίαν τῶν ἀγαθῶν μαρ τυρούσης. Ὁ δὲ ἐφεξῆς λόγος τὴν βασιλείαν τοῦ θεοῦ εὔχεται ἐλθεῖν. Ἆρα νῦν ἀξιοῖ γενέσθαι βασιλέα τὸν τοῦ παντὸς βασιλέα, τὸν ἀεὶ ὄντα ὅπερ ἐστὶν, τὸν πρὸς πᾶσαν μεταβολὴν ἀμετάθετον, τὸν οὐκ ἔχοντα εὑρεῖν κρεῖττον εἰς ὃ μεταβήσεται; Τί οὖν βούλεται ἡ εὐχὴ τὴν τοῦ θεοῦ βασιλείαν ἐκκαλουμένη; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τού του λόγον εἰδεῖεν ἂν οἷς τὸ πνεῦμα τῆς ἀληθείας ἀνακα λύπτει τὰ κεκρυμμένα μυστήρια· ἡμεῖς δὲ τοιαύτην ἔχομεν περὶ τοῦ ῥητοῦ τὴν διάνοιαν. Μία τῶν πάντων ὑπέρκει ἡ ἀληθὴς ἐξουσία καὶ δύναμις, ἡ τοῦ παντὸς ἀναδε δεγμένη τὸ κράτος, καὶ βασιλεύουσα οὐ βιαίᾳ τινὶ καὶ τυραννικῇ δυναστείᾳ, φόβοις καὶ ἀνάγκαις ὑποζεύξασα τῇ ὑποταγῇ τὸ ὑπήκοον. Ἐλευθέραν γὰρ εἶναι προςήκει παν τὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον, ἑκουσίᾳ γνώμῃ τὸ ἀγαθὸν αἱρουμένην· ἀγαθοῦ δὲ παντὸς τὸ κεφάλαιον τὸ ὑπὸ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Ἐπειδὴ τοίνυν τῆς τοῦ καλοῦ κρίσεως ἀπεπλανήθη δι' ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ ἐναντίον γέγονεν τῆς προαιρέσεως ἡμῶν ἡ ῥοπὴ, καὶ παντὶ τῷ χείρονι ἡ ζωὴ τῶν ἀνθρώ πων κατεκρατήθη, μυρίαις ὁδοῖς τοῦ θανάτου καταμιχ θέντος τῇ φύσει (πᾶσα γὰρ κακίας ἰδέα οἷόν τις ὁδὸς τῷ θανάτῳ καθ' ἡμῶν γίνεται), ἐπειδὴ τοίνυν τῇ τοιαύ τῃ τυραννίδι περιεσχέθημεν, καθάπερ δημίοις τισὶν ἢ πο λεμίοις ταῖς προςβολαῖς τῶν παθημάτων τῷ θανάτῳ δεδουλωμένοι, καλῶς εὐχόμεθα τοῦ θεοῦ τὴν βασιλείαν ἐφ' ἡμᾶς ἐλθεῖν· οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ' ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν ἐλθεῖν ἐφ' ἡμᾶς τὴν βασιλείαν τοῦ θεοῦ αἰτήσωμεν, ταῦτα τῇ δυνάμει τὸν 258 θεὸν ἱκετεύομεν· ἀπαλλαγείην τῆς φθορᾶς, ἐλευθερωθείην τοῦ θανάτου, ἄνετος γενοίμην τῶν τῆς ἁμαρτίας δεσμῶν, μηκέτι βασιλεύοι κατ' ἐμοῦ ὁ θάνατος, μηκέτι ἐνεργὸς ἔστω καθ' ἡμῶν ἡ τυραννὶς τῆς κακίας, μὴ κατακρατείτω μου ὁ πολέμιος, μηδὲ ἀγέτω με δι' ἁμαρτίας αἰχμάλω τον, ἀλλ' ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου, ἵνα ὑποχωρήσῃ ἀπ' ἐμοῦ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν μεταχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντα πάθη· ὡς γὰρ ἐκλείπει καπνὸς, οὕτως ἐκλείψουσιν, καὶ, ὡς τήκεται κηρὸς, οὕ τως ἀπολοῦνται. Οὔτε γὰρ καπνὸς ἀναχεθεὶς εἰς τὸν ἀέρα σημεῖόν τι τῆς ἰδίας ὑπολείπεται φύσεως, οὔτε κη ρὸς ἐν πυρὶ γενόμενος ἔτι εὑρίσκεται, ἀλλὰ καὶ οὗτος τὴν φλόγα δι' ἑαυτοῦ θρέψας εἰς ἀτμὸν καὶ ἀέρα μετεποιή θη, καὶ ὁ καπνὸς εἰς παντελῆ ἀφανισμὸν μετεχώρησεν. Οὕτως, ἐὰν ἡ βασιλεία τοῦ θεοῦ ἐφ' ἡμᾶς ἔλθῃ, πάντα τὰ νῦν ἐπικρατοῦντα εἰς ἀφανισμὸν περιστήσεται· οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθο ρὰ, ὅταν ἡ ζωὴ ἐν ἡμῖν βασιλεύῃ καὶ ἀφθαρσία τὸ κρά τος ἔχῃ. Ἐλθέτω ἡ βασιλεία σου. Ἡ γλυκεῖα φωνὴ, δι' ἧς ταύτην ἄντικρυς προςάγομεν τῷ θεῷ τὴν δέησιν· κατα λυθήτω ἡ ἀντικειμένη παράταξις, ἀφανισθήτω τῶν ἀλλο φύλων ἡ φάλαγξ, ἀναιρεθήτω τῆς σαρκὸς ὁ κατὰ τοῦ πνεύματος πόλεμος, μὴ ἔστω τὸ σῶμα τοῦ πολεμίου τῆς ψυχῆς ὁρμητήριον, ἐπιφανήτω μοι ἡ βασιλικὴ δυνα στεία, ἡ ἀγγελικὴ χεὶρ, αἱ χιλιάδες τῶν εὐθυνόντων, ἡ μυ ριὰς τῶν κατὰ τὸ δεξιὸν παρισταμένων, ἵνα πέσῃ ἐκ τοῦ ἀντικειμένου κλίτους ἡ χιλιὰς τῶν πολεμούντων· πολὺς ὁ ἀντίπαλος, ἀλλὰ τοῖς ἐρήμοις τῆς σῆς συμμαχίας δεινός τε καὶ ἀκαταμάχητος, ἀλλ' ἕως ἂν μόνος ὁ πολεμούμενος ᾖ· ἐπειδὰν δὲ ἡ σὴ βασιλεία φανῇ, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἀντειςέρχεται δὲ ζωὴ καὶ εἰρήνη καὶ ἀγαλλίαμα. Ἢ τάχα, καθὼς ἡμῖν ὑπὸ τοῦ Λουκᾶ τὸ 260 αὐτὸ νόημα σαφέστερον ἑρμηνεύεται, ὁ τὴν βασιλείαν ἐλ θεῖν ἀξιῶν τὴν τοῦ ἁγίου πνεύματος συμμαχίαν ἐπιβοᾶ; οὕτω γὰρ ἐν ἐκείνῳ τῷ εὐαγγελίῳ φησὶν, ἀντὶ τοῦ, Ἐλθέτω ἡ βασιλεία σου,