1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

17

σαφηνί σομεν. Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοου μένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνη σιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει.

Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προςευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανά γει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς ἡ τοῦ θείου θελήματος εὐοδία, ὥςπερ δὴ πάλιν τὸ ἐκ πεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευ τῶσα εἰς θάνατον. Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητη ρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θε 270 λήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προς ευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίας· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συν εχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμε νον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράν νου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ' ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀ πωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥςπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φω τὸς εἰςκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Ἡ γὰρ σωφρο σύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰά σεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγα θὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ' ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπι βουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπή σεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγα πητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν δι πλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματος· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα272. ∆ιὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισ θεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥςπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων καὶ δι' ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχά των κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρε τοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ' ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως