1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

19

βουλήμα τος. ∆ιὰ τοῦτο ἐν τῇ προςευχῇ διδασκόμεθα οὕτως ἡμῶν τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ' ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέλημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Κα θάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέρ γειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πά σης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. Ἀλλ' ὡς ἀνθυ πενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσω μάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σω ματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσης; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς λόγῳ τὸ δοκοῦν δυςχερὲς πρὸς τὴν προκειμένην σπουδὴν 278 ὑπεκλῦσαι. ∆όγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προςτά ξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προςευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροςδεῆ κέκτηται τῶν τοιού των τὴν φύσιν, αἰτεῖν δὲ προςετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν. Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρό μενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ' ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμε νος. ∆ιὰ τοῦτο ζητεῖν προςετάχθημεν τὸ πρὸς τὴν συν τήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, Τὸν ἄρτον δὸς, τῷ θεῷ λέγοντες, οὐ τρυφὴν, οὐδὲ πλοῦτον, οὐκ εὐανθεῖς ἁλουργίδας, οὐ τὸν ἐκ χρυσίου κόσμον, οὐ τὰς τῶν λίθων αὐγὰς, οὐ τὰ ἐξ ἀργύρου. σκεύη, οὐ γῆς περιουσίαν, οὐ στρατοπέδων ἀρχὴν, οὐ πόλεων τε καὶ ἐθνῶν ἡγεμονίαν, οὐχ ἵππων τε καὶ βοῶν ἀγέλας καὶ τῶν ἄλλων βοσκημά των πλήθη πολλὰ, οὐκ ἀνδραπόδων περιουσίαν, οὐ τὴν ἐν ἀγοραῖς περιφάνειαν, οὐ στήλας, οὐκ εἰκόνας, οὐ τὰ ἐκ σηρῶν ὑφάσματα, οὐ τὰ ἐκ μουσικῆς ἀκροάματα, οὐδέ τι τοιοῦτον οὐδὲν, δι' ὧν ἀφέλκεται ἡ ψυχὴ τῆς θείας τε καὶ προτιμοτέρας φροντίδος, ἀλλὰ τὸν ἄρτον.

Ὁρᾷς τὸ πλάτος τῆς φιλοσοφίας; ὅσα δόγματα τῇ βραχείᾳ ταύτῃ φωνῇ περιείληπται; Μονονουχὶ φανερῶς ἐμβοᾷ διὰ τοῦ λόγου τοῖς ἐπαΐουσιν ὅτι, Παύσασθε οἱ ἄνθρωποι περὶ τὰ μάταια ταῖς ἐπιθυμίαις διαχεόμενοι, παύσασθετὰς τῶν πόνων ἀφορμὰς καθ' ὑμῶν πλεονάζοντες. Μικρόν ἐστί σοι τὸ τῆς φύσεως ὄφλημα· τροφὴν χρεωστεῖς τῷ σαρκίῳ σου, πρᾶγμα μέτριόν τε καὶ εὐπόριστον, εἰ πρὸς τὴν χρείαν βλέπεις. ∆ιὰ τί πολυπλασιάζεις κατὰ σεαυτοῦ τοὺς φόρους; ὑπὲρ τίνος τοσούτοις ὀφλήμασι 280 σεαυτὸν φέρων ὑπέζευξας, ἄργυρον μεταλλεύων, καὶ χρυ σίον ὀρύσσων, καὶ τὴν διαφαίνουσαν ὕλην ἀναζητῶν, ὡς ἄν σοι διὰ τῶν τοιούτων ὁ διηνεκὴς οὗτος φορολόγος, ἡ γαστὴρ, τρυφῴη, ἧς τὸ χρέος ἄρτος ἐστὶν ὁ ἀναπληρῶν τὸ ἐνδέον τῷ σώματι; Σὺ δὲ εἰς Ἰνδοὺς ἐμπορεύῃ, καὶ βαρ βαρικῇ παρακινδυνεύεις θαλάσσῃ, καὶ ἐνιαυσίοις ναυτι λίαις σεαυτὸν δίδως, ἵνα τοῖς ἐκεῖθεν ἀγωγίμοις τὴν τρο φὴν ἡδύνῃς, οὐ σκοπῶν ὅτι μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει· ὡςαύτως δὲ τὸ εὐφα νὲς, τὸ εὔπνουν, τὸ εὔστομον ὠκύμορόν τινα καὶ ἀκαριαίαν παρέχεται τῇ αἰσθήσει τὴν χάριν· ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος τῶν ἐμβαλλομένων ἡ διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυςωδίαν ἀλλοιούσης. Ὁρᾷς τὸ πέρας τῆς ὀψοποιΐας; ὁρᾷς τὸ ἀποτέλεσμα τῆς ὀψαρτυ τικῆς μαγγανείας; Τὸν ἄρτον αἴτει διὰ τὴν τῆς ζωῆς χρείαν, τούτου σε ὀφειλέτην ἐποίησεν ἡ φύσις τῷ σώ ματι. Τὰ δ' ὅσα παρεύρηται ταῖς τῶν τρυφώντων ἐπι νοίαις, ταῦτα τῆς τῶν ζιζανίων ἐστὶ παρασπορᾶς. Ὁ σπό ρος τοῦ οἰκοδεσπότου ὁ