1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

23

πάντων τῶν ἐν κακίᾳ νοουμένων γενόμενος θεὸς τρόπον τινὰ διὰ τῆς τοιαύτης ἕξεως γίνεται, ἐκεῖνο κα τορθώσας ἑαυτῷ ὃ περὶ τὴν θείαν φύσιν ὁ λόγος βλέπει. Ὁρᾷς εἰς ὅσον μέγεθος ὑψοῖ τοὺς ἀκούοντας διὰ τῶν τῆς προςευχῆς ῥημάτων ὁ κύριος, μεταβαλὼν τρόπον τινὰ τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ θειότερον, καὶ θεοὺς γί νεσθαι τοὺς τῷ θεῷ προςιόντας νομοθετῶν; Τί δουλο 294 πρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προςέρχῃ θεῷ; τί ἀποκλείεις σε αυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυ πάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; τί κο λακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; τί προςάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅ τί πέρ ἐστιν ἐκ θεοῦ χρηστὸν κατ' ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι. Αὐτὸς γενοῦ σεαυτῷ δικαστής· δὸς σεαυτῷ τὴν σώζουσαν ψῆφον.

Ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ θεοῦ τὰ ὀφλή ματα· σὺ ἄφες, καὶ ὁ θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, ἧς σὺ κύριος, σὴ γίνεται ψῆφος, οἵα δ' ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη. Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαί νει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ νόημα. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει λήταις ἡμῶν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μὲν ἔστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λό γῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον; Ὥςπερ ὁ θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν (καθὼς εἶπεν ὁ ἀπόστολος, Μιμηταί μου γί νεσθε, καθὼς κἀγὼ Χριστοῦ), οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι βούλεται, καὶ ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ θεῷ ὅτι, Ὃ ἐγὼ πεποίηκα, καὶ σὺ ποίησον· μίμησαι τὸν δοῦλόν σου ὁ κύριος, τὸν πτωχὸν καὶ πένητα ὁ τοῦ παντὸς βασιλεύων· ἀφῆκα τὰ ὀφειλή ματα, μηδὲ σὺ ἀπαιτήσῃς· ᾐδέσθην τὸν ἱκέτην, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφει λέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς σὸν τὸν 296 χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαι τοῦσιν εὐχαριστείτωσαν· ἴση παρ' ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφει λέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώ μην ἐγὼ, αὕτη καὶ παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφες· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον, μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν ὁ κύ ριος. Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων. Φημὶ κἀγὼ, καὶ τοῦ το λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι. Ὀλίγην τὴν φιλανθρω πίαν ἐπεδειξάμην ἐγὼ, οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις, σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύ ναμις. Ἀλλὰ φιλοπονώτερον τὴν προκειμένην τῆς προςευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μὲν ἔστιν ὀφλήματα οἷς ὑπό χρεως ἡ ἀνθρωπίνη φύσις, ποῖα δὲ πάλιν ἐκεῖνα ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι· ἐκ γὰρ τοῦ ταῦτα γνῶ ναι γένοιτ' ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις. Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν θεὸν πλημμελημάτων τὴν ἀπαρί θμησιν. Πρώτην ὤφλησεν τῷ θεῷ τιμωρίαν ὁ ἄνθρωπος ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναν τίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλ λάξατο, καὶ προετίμησεν τοῦ συνεῖναι θεῷ τὸ τυραννεῖσ θαι παρὰ τῆς καταφθειρούσης δυνάμεως.