1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

26

Εἰ τοίνυν οὕτω παντα 306 χόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται διὰ πάν των τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινη μάτων, τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ τοιοῦτον μαρτύρεται. Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθα ρότητος ἡ ἡδονὴ, ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀν θρωπίνῳ καταμιγνυμένη βίῳ διὰ ψυχῆς τε καὶ σώματος, δι' ἐνθυμήσεων, δι' αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερη φανίας; ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμό λυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν; Ἐπεὶ οὖν ταῦτα περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπώτερα τοῖς κτηνωδεστέροις, μετριώ τερα δὲ τοῖς ἐπιμελεστέροις, πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημ μελημάτων τῆς φύσεως, διὰ τοῦτο προςπίπτοντες διὰ προςευχῆς τῷ θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρα καλοῦμεν. Ἀλλ' ἄπρακτός ἐστι ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας οὐ φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμ βοώσης ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων (οὐ γὰρ ἂν, εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλ θεῖν ἠξίου), δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκού σειεν παρὰ τοῦ δικαίου κριτοῦ ὅτι, Ἰατρὲ, θεράπευσον σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκας; Ἄφεσιν ὀφλημάτων αἰ τεῖς· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆ ναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι' ἐπιμελείας φυ λάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια; χρεῶν αἰτεῖς ἀπο κοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον; ὁ σὸς ὀφει λέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ; ἐκεῖνος τοῖς 308 ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς; ἀνήκοός ἐστί σου ἡ προσευχή, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυ θήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχω ρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων. Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λό γῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο πα ρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ' ἑκάστου τὴν γνῶσιν ἐπιζη τῶν. Προςαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φι λανθρωπίαν τετυχηκότος, ἐπειδὴ προςπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προςήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπη νῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προςτάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλ λοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυ ριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμε τέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶ σαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμω ρίαν ἀναζητεῖς· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώ πῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάν τα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ 310 βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ