1

 2

 3

 4

2

ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ἀναμιμνήσκομαι τῆς ἐμῆς, δι' ἧς ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη. ἐνταῦθα μὲν οὖν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθέων ἡ χάρις ἔτι ποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη. ἐκεῖ δὲ τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον εἶτα ἐκλεῖπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον καὶ ἀΐδιον, χαρίεσσαν τὴν ὄψιν καὶ ἀθάνατον, ἀσυντέλεστον τὴν ἀπόλαυσιν· ἡ εὐωδία ἀκόρεστος, ἡ εὔχροια διηνεκῶς ἐξαστράπτουσα. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραίνουσιν, οὐ παγετοὶ ἀποπνίγουσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει· ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖάν τινα παρεχόμενον αὔραν καὶ κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον, ἀδάμαστον χρόνῳ καὶ ἀμάραντον τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλ λοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ 79aἄκαρπα· τὰ μὲν τῇ χρείᾳ ὑπηρετούμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλ λόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ἄλλην χρείαν ὁμοῦ καὶ τέρψιν ἀφθόνως ἀποπληροῦσιν. ἑκάστου γὰρ τῶν καρπῶν τούτων πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.

Ποῖος λόγος παραστήσει σοι τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; ἐὰν γὰρ συγκρίνῃ τοῖς ὧδε τὰ ἐκεῖ, καθυβρίζει μᾶλλον τῇ παραθέσει ἀποπιπτούσης πολὺ τῆς εἰκόνος πρὸς τὴν τοῦ πρωτοτύπου ἀλήθειαν. πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ ἄνθους ἐπὶ τὴν ἀκμὴν τῷ χρόνῳ προέρχεται, ἀλλ' αὐτόθεν μετὰ τῆς οἰκείας ἀκμῆς ἐκφυέντα, καὶ ἀποτελέσματα φύσεως οὐκ ἀνθρωπίνης ἐπιτεχνήσεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν ἄνθει καὶ τῷ τῆς φωνῆς λιγυρῷ ἀπόλαυσίν τινα θαυμαστὴν προστι θέντα τοῖς ὁρωμένοις· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν ἄνθρωπον τὰ μὲν ὁρῶντα, τὰ δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευόμενον. σὺν τοῖς ὄρνισι δὲ καὶ χερ σαίων ζῴων παντοδαπῶν θεάματα, πάντων ἡμέρων, πάντων συνήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνοπτα. οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐκ ἄγριον ἐπικυμαίνων καὶ ἕρπων κατὰ πρόσωπον τῆς γῆς, ἀλλ' ὑψηλὸς ἐπὶ ποδῶν βεβηκώς. τοιαῦτα μειλίχια καὶ τὰ λοιπὰ πάντα ἄλογα ζῷα, ὅσα νῦν ἀτίθασσα παντελῶς καὶ ἀμείλικτα. Ἐκεῖ οὖν ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὥσπερ γὰρ τοὺς φωστῆρας πρῶτον μὲν ἐποίησεν ἔπειτα δὲ ἔθετο ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ' Ὃν ἔπλασεν. ὃ γὰρ ἐποίησε, τὸ Κατ' εἰκόνα ἐστίν· τοῦτο δὲ ἀσώματον. τὸ δὲ ἀσώματον τόπῳ ἀπερίγραπτον. ὅμως μέντοι ἀκολουθεῖ ἐξ ἀνάγκης τῷ πλάσματι καὶ τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γὰρ εἶναι δεῖ τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τοῦ σώματος ὁ τόπος, ἡ ψυχὴ δὲ κατ' ἐπακολούθησιν περικλείεται τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως ἢ ἀνακράσεως, ἀλλ' οὐκ ἐκ τῆς οἰκείας φύσεως εἴτουν τῆς νοερᾶς οὐσίας. Ἆρά σε εὔφρανα τῇ διηγήσει τῶν τοῦ παραδείσου τερπνῶν ἢ πλέον ἐλύπησα τῇ τῶν φθαρτῶν παραθέσει; πάντως γάρ σου ἡ διάνοια ὑψηλὰ καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω ἀξίαν ἀφορῶσα, τὰ τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων ἡμῖν 81aἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τίς οὖν ὁ διηγούμενος, εἰ ὀφθαλμὸς οὐκ εἶδεν; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ ἡμετέρα χωρήσει διάνοια; οὔτε οὖν τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ