1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

καν μέρει τινὶ τοῦ ἀνθρωπίνου σώματος προσεοικὸς τύχῃ τὸ μέρος τοῦ πλάσματος· ουτως οὐδ' αν Χριστιανὸς ἀκριβῶς ὀνομασθείη ὁ τὴν κεφαλὴν αλογον εχων, τουτέστιν ὁ τὴν τοῦ παντὸς κεφαλὴν ητις ὁ λόγος ἐστὶν ἐν τῇ πίστει μὴ εχων, καν ἐν τοῖς αλλοις αρτιος ῃ, η ὁ τῇ κεφαλῇ τῆς πίστεως μὴ κατάλληλον ἐνδεικνύμενος τῆς πολιτείας τὸ σῶμα, η δρα κόντων θυμοῖς συμφυόμενος καὶ καθ' ὁμοιότητα τῶν ἑρπετῶν τούτων ἐκθηριούμενος η τὸ θηλυμανὲς τῶν ιππων τῷ ἀνθρωπίνῳ χαρακτῆρι συμβάλλων καὶ διφυής τις ἱπποκένταυρος ἐκ λογικοῦ τε καὶ ἀλόγου γινόμενος. τοιούτους δὲ πολλοὺς εστιν ἰδεῖν η ἐν μόσχου κεφαλῇ, τουτέστιν ἐν τῷ τῆς εἰδωλολατρίας δόγματι, τὸν εὐσχήμονα κατορθοῦντας βίον, οιον τὸν Μινώταυρον γράφουσιν, η Χριστιανῷ προσώπῳ θηριῶδες ὑφαρμόζοντας τῷ βίῳ τὸ σῶμα, οιους τοὺς κενταύρους η τοὺς δρακοντόποδας πλάτ τουσιν. ὡς αν τοίνυν καθάπερ ἐπὶ σώματος ἀνθρωπίνου ὁ Χριστιανὸς δι' ολου γνωρίζοιτο, πάντων προσήκει τῶν 8,1.180 κατὰ τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαί νεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. τὸ γὰρ εν τινι μὲν ειναι τοιοῦτον οιον τὸ ονομα βούλεται, ἐν ἑτέροις δὲ πρὸς τὰ ἐναντία ῥέπειν οὐδέν ἐστιν ετερον η εἰς πολεμίου τάξιν αὐτὸν πρὸς ἑαυτὸν διατέμνεσθαι, δι' ἀρετῆς καὶ κακίας ἐν ἑαυτῷ στασιάζοντα, ασπονδον αὐτὸν ἑαυτῷ καὶ ἀσύμ βατον τῷ βίῳ γινόμενον.

Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ ἀπόστολος. ̓Επειδὴ γὰρ αμικτος τῷ φωτὶ πρὸς τὸ σκότος καὶ ἀμεσίτευτός ἐστιν ἡ ἐναντίωσις, ὁ ἀμφοτέρων ἐχόμενος καὶ μὴ θάτερον αὐτῶν μεθιεὶς τῇ τῶν ἀντιστοιχούντων ἀλλήλοις ἐναντιότητι καὶ αὐτὸς κατ' ἀνάγκην συνδιασχίζε ται καὶ φῶς κατὰ ταὐτὸν καὶ σκότος ἐν τῷ συμμίκτῳ βίῳ γινόμενος, τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης, τοῦ δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα κατα μελαίνοντος. ἐπεὶ ουν ἀμήχανός ἐστι καὶ ἀσύμβατος τῷ φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἑκατέρου τῶν ἐναντίων περιεχόμενος αὐτὸς ἑαυτῷ πολέμιος γίνεται, διχῇ μερισθεὶς πρὸς ἀρετὴν καὶ κακίαν καὶ ἑαυτῷ πρὸς ἀντίπαλον τάξιν ἀντικαθιστάμενος. ωσπερ δὲ οὐκ εστιν ἐν δυσὶ πολεμίοις ἀμφοτέρους νικητὰς κατ' ἀλλήλων γενέσθαι (ἡ γὰρ τοῦ ἑνὸς νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται), ουτω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης τῆς διὰ τοῦ 8,1.181 συμμίκτου βίου συνισταμένης οὐκ εστι νικῆσαι τὴν κρείττω παράταξιν, μὴ πανωλεθρίᾳ τῆς αλλης διαφθαρείσης. πῶς γὰρ ὁ τῆς εὐσεβείας στρατὸς κρείττων τῆς κακίας γενήσε ται, τῆς πονηρᾶς φάλαγγος τῶν ἐναντίων ἀντιβαινούσης; ἀλλ' εἰ μέλλοι νικᾶν τὸ κρεῖττον, φονευθήσεται πάντως τὸ ἀντικείμενον. καὶ ουτως ἡ ἀρετὴ κατὰ τῆς κακίας εξει τὰ νικητήρια, οταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ τῆς τῶν λογισμῶν σομμαχίας μεταχωρήσῃ πρὸς τὸ ἀνύπαρκτον. καὶ τότε πληροῦται τὸ ἐκ προσώπου τοῦ θεοῦ διὰ τῆς προφητείας λεγόμενον οτι ̓Εγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. οὐ γὰρ εστιν αλλως τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ τοῦ πολεμίου ζωοποιούμενον. εως δ' αν τῶν δύο περιεχώ μεθα ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον κατὰ ταὐτὸν ἀμφοτέρων εχειν τὴν μετουσίαν. τοῦ γὰρ περι δραξαμένου τῆς κακίας ἡ ἀρετὴ τῆς λαβῆς ἐξωλίσθησεν. Οὐκοῦν πάλιν τὸν ἐξ ἀρχῆς ἀναλάβωμεν λόγον, οτι μία πρὸς τὴν καθαράν τε καὶ θείαν ζωήν ἐστι τοῖς φιλαρέτοις ὁδὸς τὸ γνῶναι τί σημαίνει τὸ τοῦ Χριστοῦ ονομα, ῳ χρὴ καὶ τὸν ἡμέτερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν ὀνομάτων ἐμφάσεως εἰς ἀρετὴν ῥυθμιζόμενον. οσα τοίνυν ἐν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ ὀνόματα παρὰ τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας συνελεξάμεθα, ταῦτα προθέντες εἰς τὴν προκει μένην ἡμῖν σπουδὴν ἀσφαλεστάτην ὁδηγίαν εἰς τὸν βίον τὸν κατ' ἀρετὴν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς 8,1.182 ἐν τοῖς φθάσασιν ειρηται, τὰ δὲ προσκυνοῦντες καὶ σε βαζόμενοι. γενέσθω δὲ ἡμῖν τάξις τῶν εἰρημένων ἡ ἀπ αρίθμησις. οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξώμεθα· Χριστός, φησί, θεοῦ δύναμις καὶ θεοῦ σοφία. διὰ τούτων πρῶτον