1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

μὲν τὰς θεοπρεπεῖς ἐννοίας διὰ τῆς τοῦ Χριστοῦ προση γορίας μανθάνομεν, δι' ων σεβάσμιον ἡμῖν τὸ ονομα γί νεται. ἐπειδὴ γὰρ πᾶσα ἡ κτίσις οση τε τῇ αἰσθήσει γινώ σκεται καὶ ἡ τῆς αἰσθητικῆς ὑπερκειμένη κατανοήσεως δι' αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν, ἀναγκαίως πρὸς τὸν ὁρισμὸν τῆς τοῦ Χριστοῦ σημασίας τοῦ τὰ πάντα ποιήσαντος ἡ σοφία τῇ δυνάμει συμπλέκεται, τοῦτο νοούν των ἡμῶν διὰ τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς δυνάμεώς τε λέγω καὶ τῆς σοφίας, οτι οὐκ αν ην τὰ με γάλα ταῦτα καὶ αφραστα τῆς κτίσεως θαύματα, μὴ σοφίας μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνάμεως δὲ τῇ σοφίᾳ παρομαρτούσης πρὸς τὴν τῶν νοηθέντων τελείωσιν, δι' ης εργα τὰ νοήματα γίνεται.

Μερίζεται τοίνυν καταλλήλως εἰς διπλῆν εμφασιν τὸ τοῦ Χριστοῦ σημαινόμενον, εἰς τὴν σοφίαν τε καὶ τὴν δύναμιν, ιν' οταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν οντων συστάσεως ἀποβλέψωμεν, τὴν αφραστον αὐτοῦ δύναμιν διὰ τῶν καταλαμβανομένων νοήσωμεν, οταν δὲ λογισώ 8,1.183 μεθα πῶς τὰ μὴ οντα παρῆλθεν εἰς γένεσιν, τῆς πολυειδοῦς ἐν τοῖς ουσι φύσεως διὰ θείου νεύματος οὐσιωθείσης, τότε τὴν ἀκατάληπτον σοφίαν τοῦ ταῦτα νοήσαντος προσκυνή σωμεν, ης πράγματά ἐστι τὰ νοήματα. γίνεται δὲ οὐκ ἀργὸν καὶ ἀνωφελὲς ἡμῖν πρὸς τὴν τοῦ ἀγαθοῦ κτῆσιν τὸ δύναμιν καὶ σοφίαν τὸν Χριστὸν πιστεύειν. ο γάρ τις ἐπικαλεῖται προσευχόμενος καὶ πρὸς ο βλέπει τῷ τῆς ψυχῆς ὀφθαλμῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶ ται· καὶ ουτω δυνάμει τε κραταιοῦται πρὸς τὸν εσω ανθρωπον, καθώς φησιν ὁ ἀπόστολος, ὁ πρὸς τὴν δύναμιν βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ σοφὸς γίνεται, καθὼς ἡ παροιμία φησίν, ὁ τὴν σοφίαν ἐπικαλούμενος, ητις πάλιν νοεῖται ὁ κύριος. οὐκοῦν ὁ τῷ Χριστῷ συνονο μαζόμενος, ος ἐστι δύναμίς τε καὶ σοφία, καὶ τῇ δυνάμει συνονομάζεται δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν σοφίαν ἐν ἑαυτῷ δείξει τῇ ἐκλογῇ τοῦ βελτίονος. σοφίας δὲ καὶ δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν αἱρουμένης, τῆς δὲ τὸ νοηθὲν βεβαιούσης, κατορθοῦται τοῦ βίου τὸ τέλειον δι' ἀμφοῖν συμπλεκόμενον. ουτω καὶ εἰρήνην τὸν Χριστὸν νοήσαντες ἀληθῆ τοῦ Χριστιανοῦ τὴν κλῆσιν ἐφ' ἑαυτῶν ἐπιδείξομεν, ἐὰν διὰ τῆς ἐν ἡμῖν εἰρήνης τὸν Χριστὸν τῷ βίῳ ἐπιδειξώμεθα. ἐκεῖνος τὴν εχθραν ἀπέκτεινε, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν μηδὲ ἡμεῖς ἐν ἑαυτοῖς ταύτην ζωοποιήσωμεν, ἀλλὰ νεκρὰν αὐτὴν ἐν 8,1.184 τῷ ἡμετέρῳ δείξωμεν βίῳ. μήποτε τὴν καλῶς ἐπὶ σωτηρίᾳ ἡμῶν παρὰ τοῦ θεοῦ νεκρωθεῖσαν ἡμεῖς ἐπ' ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν δι' ὀργῆς καὶ μνησικακίας καθ' ἑαυτῶν ἀναστήσωμεν, πονηρὰν ἀνάστασιν τῆς καλῶς ἀποθανούσης κατεργασάμενοι. ἀλλ' εἰ τὸν Χριστὸν εχομεν, ος ἐστιν ἡ εἰρήνη, καὶ ἡμεῖς ἐν ἑαυτοῖς τὴν εχθραν νεκροποιήσωμεν, ιν' οπερ ἐν ἐκείνῳ πιστεύομεν, τοῦτο καὶ ἐν τῷ ἡμετέρῳ κατορθώσωμεν βίῳ. ὡς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο εκτισεν ἐν ἑαυτῷ εἰς ενα καινὸν ανθρωπον, ποιῶν εἰρήνην, ουτω καὶ ἡμεῖς εἰς καταλλαγὰς ἀγάγωμεν οὐ μόνον τοὺς εξωθεν ἡμῖν προσμαχομένους, ἀλλὰ καὶ τοὺς ἐν ἡμῖν αὐτοῖς στασιάζοντας, ινα μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἀλλ' ὑποταγέντος τοῦ σαρκώδους φρονήματος τῷ θείῳ νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς εἰς ενα τὸν καινόν τε καὶ εἰρηνικὸν ανθρωπον ἀναστοιχειωθέντες καὶ εις οἱ δύο γενόμενοι. εἰρήνης γὰρ ορος ἡ τῶν διεστηκότων ἐστὶν ὁμοφωνία. οταν ουν ἐξαιρεθῇ τῆς φύσεως ἡμῶν ὁ ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς ἐν ἑαυτοῖς εἰρηνεύ σαντες εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν ἐφ' ἡμῶν τοῦ Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες. φῶς δὲ ἀληθινὸν καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες τὸν Χριστὸν τοῦτο μανθάνομεν, οτι χρὴ καὶ τὸν ἡμέτερον βίον ταῖς τοῦ ἀλη θινοῦ φωτὸς ἀκτῖσι καταφωτίζεσθαι. ἀρεταὶ δέ εἰσιν αἱ 8,1.185 ἀκτῖνες αἱ τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς φωτισμὸν ἡμῶν ἀπορρέουσαι, δι' ων γίνεται τὸ ἀποθέσθαι τὰ εργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως