1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

αληπτον ειναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε τὸν θεὸν μήτε ὀφθήσεσθαι. Ον ειδε γάρ φησιν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται. διὰ τοῦτο ἀναζητῶν πῶς ὀνο μάσει τὸ μὴ δυνάμενον λογισμοῖς ληφθῆναι, ὡς οὐχ ευρεν ἐμφαντικὸν ονομα τῆς τῶν ἀκαταλήπτων ἑρμηνείας, δόξαν καὶ ὑπόστασιν ὠνόμασε τὸ ὑπερκείμενον παντὸς ἀγαθοῦ τὸ μήτε νοούμενον ἀξίως μήτε φραζόμενον. τὴν μὲν ουν ὑπερκειμένην τῶν οντων οὐσίαν ἀφῆκεν ἀκατονόμαστον· τὸ δὲ συναφές τε καὶ ἀδιάστατον τοῦ υἱοῦ πρὸς τὸν πατέρα διερμηνεύων καὶ τὸ τῷ ἀορίστῳ τε καὶ ἀϊδίῳ πατρὶ ἀορί στως τε καὶ ἀϊδίως συνθεωρούμενον ἀπαύγασμα δόξης καὶ χαρακτῆρα <ὑποστάσεως> προσαγορεύει, τῷ μὲν ἀπαυγάσματι τὸ συμφυὲς ἐνδεικνύμενος, τῷ δὲ χαρα 8,1.189 κτῆρι τὸ ἰσοστάσιον. ουτε γὰρ αὐγῆς πρὸς τὴν ἀπαυγάζουσαν φύσιν ἐπινοεῖταί τι μέσον ουτε τις τοῦ χαρακτῆρος ἐλάττω σις πρὸς τὴν ὑπ' αὐτοῦ χαρακτηριζομένην ὑπόστασιν, ἀλλὰ καὶ ὁ τὴν ἀπαυγάζουσαν φύσιν νοήσας καὶ τὸ ἀπαύ γασμα ταύτῃ πάντως συγκατενόησε καὶ ὁ τὸ μέγεθος τῆς ὑποστάσεως ἐν νῷ λαβὼν τῷ ἐπιφαινομένῳ χαρακτῆρι πάντως ἐμμετρεῖ καὶ τὴν ὑπόστατιν. διὸ καὶ μορφὴν θεοῦ λέγει τὸν κύριον, οὐ κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ τὸν κύριον, ἀλλὰ τὸ μέγεθος τοῦ θεοῦ διὰ τῆς μορφῆς ἐνδεικνύμενος, ῃ ἐνθεωρεῖται τοῦ πατρὸς ἡ μεγαλειότης, οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα οὐδὲ εξω τοῦ περὶ αὐτὴν χαρακτῆρος εὑρισκομένη. αμορφον γὰρ καὶ ἀκαλλὲς περὶ τὸν πατέρα οὐδέν, ο μὴ τῇ ὡραιότητι τοῦ μονογενοῦς ἐπαγάλλεται· διό φησιν ὁ κύριος οτι ̔Ο ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, σημαίνων διὰ τούτου τὸ μήτε ελλειψίν τινα ειναι μήτε ὑπέρπτωσιν. ἀλλὰ καὶ φέρειν αὐτὸν λέγων τὰ σύμπαντα τῷ τῆς δυνάμεως ῥήματι λύει τῶν τὰ ἀνεξερεύνητα πολυπραγμονούντων τὴν ἀμηχανίαν, οι τὸν περὶ τῆς υλης ἀναζητοῦντες λόγον οὐδαμοῦ τῆς πολυπραγ μοσύνης ιστανται, πόθεν, λέγοντες, τῷ ἀΰλῳ ἡ υλη, καὶ πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου καὶ ἐκ τοῦ ἀσχηματίστου τὸ σχῆμα, καὶ ἐκ τοῦ ἀοράτου τὸ χρῶμα καὶ ἐκ τοῦ ἀορίστου τὸ τοῖς ἰδίοις μέτροις ἐμπερατούμενον; καὶ εἰ μηδεμία 8,1.190 ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, πόθεν ἐμπλέκεται ταῖς περὶ αὐτὴν ποιότησιν ἡ υλη; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ζητουμένων λύει ὁ εἰπών, οτι τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρει ὁ λόγος ἐκ τοῦ μὴ οντος εἰς γένεσιν. πάντα γάρ, οσα περὶ τὴν υλην ἐστὶ καὶ οσα τὴν αϋλον ειληχε φύσιν, μίαν αἰτίαν εχει τῆς ὑπο στάσεως, τὸ ῥῆμα τῆς ἀφράστου δυνάμεως. ἐκ δὲ τούτων παιδευόμεθα τὸ πρὸς αὐτὸν βλέπειν, ἀφ' ου τῶν οντων ἐστὶν ἡ γένεσις. εἰ γὰρ ἐκεῖθεν εἰς τὸ ειναι παρήχθημεν καὶ ἐν αὐτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα μηδὲν εξω τῆς γνώσεως πιστεύειν ειναι τοῦ ἐν ῳ ἐσμεν καὶ ἀφ' ου γεγό ναμεν καὶ εἰς ον ἀναλύομεν. ταύτῃ δὲ τῇ διανοίᾳ συγκατορ θοῦται κατὰ τὸ εἰκὸς τὸ κατὰ τὴν ζωὴν ἀναμάρτητον. τίς γὰρ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ζῆν πιστεύων μάρτυρα τῆς ἀπεμφαινούσης ζωῆς τολμήσει ποιήσασθαι τὸν ἐν ἑαυτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; βρῶμα δὲ καὶ πόμα πνευματικὸν ὀνομάζων τὸν κύριον ὁ θεῖος ἀπόστολος ταῦτα διὰ τῶν λεγομένων νοεῖν ὑποτίθεται, οτι οὐ μονοειδής ἐστιν ἡ ἀνθρωπίνη φύσις, ἀλλὰ τοῦ νοητοῦ πρὸς τὸ αἰσθητὸν συγκεκραμένου ἰδιάζουσα καθ' ἑκάτερον τῶν ἐν ἡμῖν θεωρουμένων ἐστὶν ἡ τροφή, τῆς μὲν αἰσθητῆς βρώσεως τὸ σῶμα διακρατούσης, τῆς δὲ πνευματικῆς τροφῆς τὴν ψυχικὴν ἐμποιούσης ἡμῖν εὐεξίαν. ἀλλ' ωσπερ ἐπὶ τοῦ σώματος τὸ στερεόν τε καὶ ὑγρὸν τῆς τροφῆς μετ' ἀλλήλων μιγνύμενα συντηρητικὰ τῆς φύσεως 8,1.191 γίνεται, διὰ τῆς καταλλήλου πέψεως ἑκάστῳ τῶν ἐν ἡμῖν στοιχειωδῶς συγκεκραμένων καταμιγνύμενα, κατὰ τὸν αὐτὸν τρόπον ἀναλογικῶς ὁ Παῦλος καὶ τὴν νοητὴν κατα μερίζει τροφήν, βρῶσιν ὀνομάζων καὶ πόσιν τὸ αὐτὸ πρᾶγμα, πρὸς τὴν χρείαν τῶν προσφερομένων οἰκείως μεθαρμοζόμενον. τοῖς μὲν γὰρ ἀτονοῦσι καὶ ἐκλελυμένοις αρτος γίνεται, στηρίζων καρδίαν ἀνθρώπου· τοῖς δὲ κεκμηκόσι διὰ τὴν πρὸς τὸν βίον τοῦτον ταλαιπωρίαν καὶ διὰ τοῦτο γενομένοις