1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

θεῷ τὸ ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον, οπερ αν τῆς πρὸς τὸν θεὸν συμφυΐας αξιον ῃ. ωσπερ γὰρ τὸν ἑαυτοῦ ανθρωπον τῇ δυνάμει τῆς θεότητος <ἐν> ἑαυτῷ προσῳκείωσε, μέρος 8,1.205 μὲν τῆς κοινῆς φύσεως οντα, οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτω κότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις ( ̔Αμαρ τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ)· ουτω καὶ τοὺς καθ' εκαστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ' ει τις ἀληθῶς ειη θεοῦ ναὸς μηδὲν κακίας ειδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέ χων, ουτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται, καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν τῆς αὐτοῦ καθαρότητος. ουτε γὰρ εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία, καθὼς ὁ λόγος φησίν, ουτε ὁ καθαρὸς τῇ καρδίᾳ αλλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει, ῳ διὰ τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν βασιλείαν ἐδέξατο. μᾶλλον δ' αν γένοιτο ἡμῖν καταφανὲς τὸ λεγόμενον, εἰ τὴν τοῦ κυρίου φωνήν, ην διὰ τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς τὴν σαφήνειαν τῶν εἰρημένων συμπαραλάβοιμεν· Πορεύο μαι, φησί, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ταῦτα γὰρ ὁ μεσίτης μεταξὺ τοῦ πατρὸς καὶ τῶν ἀποκηρύκτων φησὶν ὁ δι' ἑαυτοῦ τοὺς ἐχθροὺς τοῦ θεοῦ καταλλάξας τῇ ἀληθινῇ καὶ μόνῃ θεότητι. ἐπειδὴ γὰρ κατὰ τὸν προφητικὸν λόγον ἀπηλλοτριώθησαν τῆς ζωοποιοῦ μήτρας διὰ τῆς ἁμαρτίας οἱ ανθρωποι καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, ἐν ῃ ἐπλάσθησαν, τὸ ψεῦδος 8,1.206 ἀντὶ τῆς ἀληθείας λαλήσαντες, τούτου χάριν τὴν ἀπαρχὴν τῆς κοινῆς φύσεως ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος ἁγίαν ἐποίησε, πάσης κακίας ἀμιγῆ τε καὶ ἀπαράδεκτον αὐτὴν ἐν ἑαυτῷ διασώσας, ινα ταύτην ἀναθεὶς διὰ τῆς ἀφθαρσίας τῷ πατρὶ τῆς ἀφθαρσίας συνεπισπάσηται δι' αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ τὴν φύσιν αὐτῇ καὶ ὁμόφυλον καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν. οὐκοῦν ωσπερ ἡ ἀπαρχὴ τοῦ φυράματος διὰ καθαρότητός τε καὶ ἀπαθείας ᾠκειώθη τῷ ἀληθινῷ πατρὶ καὶ θεῷ, ουτω καὶ ἡμεῖς τὸ φύραμα διὰ τῶν ὁμοίων ὁδῶν τῷ πατρὶ τῆς ἀφθαρσίας κολληθησόμεθα διὰ τοῦ μιμή σασθαι, καθὼς αν ῃ δυνατόν, τοῦ μεσίτου τὸ ἀπαθές τε καὶ ἀναλλοίωτον. ουτω γὰρ ἐσόμεθα τοῦ μονογενοῦς θεοῦ στέφανος ἐκ λίθων τιμίων, τιμὴ καὶ δόξα διὰ τοῦ βίου γενόμενοι. φησὶ γὰρ ὁ Παῦλος οτι βραχύ τι ἑαυτὸν ἐλατ τώσας παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου τοὺς πρότερον εἰς ἀκάνθης φύσιν μετατεθέντας διὰ τῆς ἁμαρτίας στέφανον ἑαυτῷ διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας ἐποίησεν, εἰς τιμὴν καὶ δόξαν μεταστοιχειώσας διὰ τοῦ πάθους τὴν ακανθαν. κίνδυνος ουν οὐ μικρὸς απαξ τοῦ αιροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τὸν ἐξ ἀκανθῶν στέφανον ἀναλαβόντος τῇ κεφαλῇ, ινα ποιήσῃ τὸν ἐκ τιμῆς τε καὶ δόξης συμπλεκόμενον στέφανον εὑρε θῆναί τινα τρίβολον οντα διὰ τοῦ κακοῦ βίου καὶ ακανθαν, 8,1.207 ειτα ἐν μέσῳ τῷ δεσποτικῷ στεφάνῳ διὰ τῆς τοῦ σώματος αὐτοῦ κοινωνίας παρενειρόμενον. πρὸς ον ἐρεῖ πάντως ἡ δικαία φωνή· Πῶς εἰσῆλθες ωδε μὴ εχων ενδυμα γάμου; πῶς συνεπλάκης τοῖς διὰ τιμῆς καὶ δόξης τῷ ἐμῷ στεφάνῳ ἐνηρμοσμένοις ακανθα ων; τίς κοινωνία Χριστῷ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τί κοινὸν τῷ φωτὶ πρὸς τὸ σκότος; ὡς αν ουν μὴ ταῦτά ποτε τὰ ῥήματα καθ' ἡμῶν ὁ βίος ἡμῶν ἐγκαλέσαιτο, ἐπιμελητέον αν ειη τοῦ πᾶν ἀκανθῶδες εργον τε καὶ ῥῆμα καὶ νόημα διὰ πάσης τῆς ζωῆς [τοῦ βίου] ἡμῶν ἀποσκευάζεσθαι, ινα τῇ καθαρᾷ τε καὶ ἀπαθεῖ πολιτείᾳ τιμὴ καὶ δόξα γενόμενοι, τὴν τοῦ παντὸς κεφαλὴν δι' ἑαυτῶν στεφανώσωμεν, ωσπερ τι κειμήλιον καὶ κτῆμα τῷ δεσπότῃ γενόμενοι. οὐδενὸς γὰρ ἀτίμου καταδέχεται κύριος ειναί τε καὶ λέγεσθαι ὁ τῆς δόξης κύριος. οὐκοῦν ὁ πάσης ἀσχημοσύνης τε καὶ βδελυρίας ἀλλότριος, κατά τε τὸν κρυπτὸν καὶ