1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

ἐνθύμιον. ὡς γὰρ ὁ Παῦλός φησιν, οτι πᾶν ο μὴ ἐκ πίστεως ἁμαρτία ἐστίν, ουτως εστιν ἐκ τοῦ ἀκολούθου νοήσαντα σαφῶς ἀποφήνασθαι, οτι πᾶν 8,1.211 ο μὴ εἰς Χριστὸν βλέπει η ῥῆμα η εργον η νόημα εἰς τὸ ἀντικείμενον τῷ Χριστῷ πάντως ὁρᾷ. οὐ γὰρ εστι τὸν εξω φωτὸς η ζωῆς γενόμενον μὴ ἐν σκότει πάντως η ἐν θανάτῳ ειναι. εἰ τοίνυν τὸ μὴ κατὰ Χριστὸν ἐνεργούμενόν τε καὶ λαλούμενον καὶ νοούμενον πρὸς τὸ τῷ ἀγαθῷ ἀντι-κείμενον οἰκείως εχει, παντὶ δῆλον αν ειη τὸ διὰ τούτων ἀναφαινόμενον, οτι ἀφίησι τὸν Χριστὸν ὁ εξω ἐκείνου γενό-μενος, δι' ων η νοεῖ τι η πράττει η φθέγγεται. οὐκοῦν ἀληθεύει ἡ θεία τοῦ προφήτου φωνή, η φησι· Παρα-βαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ὡς γὰρ ὁ τὸν Χριστὸν ἐν τοῖς διωγμοῖς ἀρνησάμενος παρα-βάτης ἐστὶ τοῦ προσκυνουμένου ὀνόματος, ουτω καὶ ει τις τὴν ἀλήθειαν η τὴν δικαιοσύνην ἀρνήσαιτο η τὸν ἁγιασμόν τε καὶ τὴν ἀφθαρσίαν, η ει τι αλλο τῶν κατ' ἀρε-τὴν νοουμένων ἐν καιρῷ τῆς τῶν παθημάτων ἐπικρατή-σεως ἀποβάλοι τοῦ βίου, παραβάτης ὀνομάζεται ὑπὸ τῆς προφητείας, δι' ἑκάστου τούτων τὸν ταῦτα οντα παρα-βαίνων τῷ βίῳ. τί ουν χρὴ πράττειν τὸν τῆς μεγάλης τοῦ Χριστοῦ ἐπωνυμίας ἀξιωθέντα; τί αλλο η διὰ παντὸς φυλοκρινεῖν ἐν ἑαυτῷ τὰ νοήματά τε καὶ ῥήματα καὶ τὰ εργα, ειτε πρὸς Χριστὸν εκαστον τούτων βλέπει ειτε τοῦ Χριστοῦ ἠλλοτρίωται· πολλὴ δὲ τῆς διακρίσεως τῶν τοιούτων ἐστὶν ἡ εὐκολία. ο γὰρ διὰ πάθους τινὸς η ἐνεργεῖ-ται η νοεῖται η λέγεται, τοῦτο οὐδεμίαν εχει πρὸς τὸν 8,1.212 Χριστὸν συμφωνίαν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ ἀντικειμένου φέρει, ος ἀντὶ βορβόρου τὰ πάθη τῷ μαργαρίτῃ τῆς ψυχῆς προσαλείφων τὴν λαμπηδόνα τοῦ τιμίου λίθου διαλυμαί- νεται. τὸ δὲ καθαρεῦον πάσης ἐμπαθοῦς διαθέσεως πρὸς τὸν ἀρχηγὸν τῆς ἀπαθείας βλέπει, ος ἐστιν ὁ Χριστός, ἐξ ου καθάπερ ἐκ καθαρᾶς καὶ ἀφθάρτου πηγῆς ἀρυόμενός τις εἰς ἑαυτὸν τὰ νοήματα τοιαύτην ἑαυτῷ πρὸς τὸ πρω-τότυπον δείξει τὴν ὁμοιότητα, οια ἐστὶ πρὸς τὸ υδωρ τῷ υδατι τῷ τε πηγαίῳ τῷ βρύοντι καὶ τῷ ἐκεῖθεν ἐν τῷ ἀμφορεῖ γεγενημένῳ. μία γὰρ τῇ φύσει ἡ καθαρότης η τε ἐν τῷ Χριστῷ καὶ ἡ ἐν τῷ μετέχοντι θεωρουμένη, ἀλλ' ὁ μὲν πηγάζει, ὁ δὲ μετέχων ἀρύεται, μετάγων ἐπὶ τὸν βίον τὸ ἐν τοῖς νοήμασι κάλλος· ωστε συμφωνίαν ειναι τοῦ κρυπτοῦ ἀνθρώπου πρὸς τὸν φαινόμενον, συμβαινούσης τῆς τοῦ βίου εὐσχημοσύνης τοῖς κατὰ Χριστὸν κινουμένοις νοήμασι.

Τοῦτο τοίνυν ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν τὸ ἐν τῷ Χριστιανῷ βίῳ τέλειον, τὸ πάντων τῶν ὀνομάτων, οις τὸ τοῦ Χριστοῦ διασημαίνεται ονομα, τὴν κοινωνίαν εχειν ἐν ψυχῇ τε καὶ λόγῳ καὶ ἐν τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ωστε ὁλοτελῆ τὸν ἁγιασμὸν κατὰ τὴν εὐλογίαν τοῦ Παύλου ἐφ' ἑαυτοῦ ἀναδέξασθαι ἐν ὁλοκλήρῳ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ πνεύματι εξω τῆς πρὸς τὸ κακὸν ἐπιμιξίας 8,1.213 διηνεκῶς φυλασσόμενον. εἰ δέ τις λέγοι δυσκατόρθωτον ειναι τὸ ἀγαθόν, ἐπειδὴ ατρεπτος μόνος ὁ τῆς κτίσεως κύριος, τρεπτὴ δὲ ἡ ἀνθρωπίνη φύσις καὶ πρὸς τὰς μετα-βολὰς ἐπιτηδείως εχει· πῶς ουν ἐστι δυνατὸν τὸ ἐν τῷ ἀγαθῷ πάγιόν τε καὶ ἀμετάπτωτον ἐν τῇ τρεπτῇ κατορ-θωθῆναι φύσει; πρὸς τοίνυν τὸν τοιοῦτον λόγον ἐκεῖνό φαμεν, οτι οὐκ εστι στεφανωθῆναί τινα τὸν μὴ νομίμως ἀθλήσαντα· οὐκ αν δὲ γένοιτο νόμιμος αθλησις μὴ οντος τοῦ προσπαλαίοντος. εἰ ουν μὴ ην ὁ ἀντίπαλος, οὐδ' αν ὁ στέφανος ην· νίκη γὰρ καθ' ἑαυτὴν οὐκ εστιν, ἐὰν μὴ ῃ τὸ ἡττώμενον. οὐκοῦν πρὸς αὐτὸ τὸ τρεπτὸν τῆς φύσεως ἡμῶν ἀγωνισώμεθα, οιόν τινι ἀντιπάλῳ διὰ τῶν λογισμῶν συμπλεκόμενοι, οὐ διὰ τοῦ καταβαλεῖν αὐτὴν νικηταὶ γινόμε-νοι, ἀλλὰ διὰ τοῦ μὴ συγχωρῆσαι πεσεῖν. οὐδὲ γὰρ μόνον πρὸς τὸ κακὸν ὁ ανθρωπος τῇ τροπῇ χρῆται· η γὰρ αν ἀμήχανον ην αὐτὸν ἐν ἀγαθῷ γενέσθαι, εἰ πρὸς τὸ ἐναντίον μόνον τὴν ῥοπὴν ειχεν ἐκ φύσεως· νυνὶ δὲ τὸ κάλλιστον τῆς τροπῆς εργον ἡ ἐν τοῖς ἀγαθοῖς ἐστιν αυξησις, πάντοτε τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπὶ τὸ θειότερον μετα-ποιούσης τὸν καλῶς ἀλλοιούμενον. οὐκοῦν τὸ